no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 11689.
Each record below describes this same ancient text from a different angle.
ἔτους ἐνάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Φαρμοῦθι ια ἐν Πηλουσίῳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Παποντῶς ὁ καὶ Σῶτις Παπεῖτος τοῦ Παπε εῖτος Πέρσης τῆς ἐπιγονῆς ὡς φήσιν τῶν ἀπὸ κώ μης Ἡρακλείας τῆς αὐτῆς μερίδος ὡς ἐτῶν λε οὐλὴ ἀντικνημίῳ δεξιῷ Ἁρσεῖτι Μύστου πρεσ βυτέρου Μύστου μετὰ κυρίου τοῦ συνγενοῦς Ἡραίου Χρυσᾶ ἔχειν παρʼ αὐτῆς τὸν ὁμολογοῦντα διὰ χειρὸς ἀργυρίου δραχμὰς ὀγδοήκοντα δύο παραθήκην ἀκίνδυνον παντὸς κινδύ νου καὶ ἀνυπόλογον παντὸς ὑπολόγου ἃς καὶ ἀποδώσειν αὐτῇ ὁπήνικα ἐὰν ἡ Ἁρσεῖς ἀπαιτήσῃ ἄνευ πάσης ὑπερθέσεως καὶ ἀντιλογίας γεινομένης τῇ Ἁρσεῖτι τῆς πράξεως ἔκ τε τοῦ Παποντῶτος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης ἩρακλείαςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.