no image
DDbDP-text
Τινήιος Δημήτριος στρατηγοῖς Ἑπτὰ Νομῶν καὶ Ἀρσινοείτου χαίρειν. πυνθάνομαι τοὺς κωμωγραμματεὶς παρὰ τὰ ὑπὸ πάντων τῶν πρὸ ἐμοῦ ἡγεμόνων προστεταγμένα οὐκ ἐν τοῖς λογιστηρίοις διατρείβειν ἀλλὰ περινοστεῖν τὰς κώμας λογίας ποιουμένους καὶ ἀποκρύπτειν πολλοὺς τῶν λειτουργεῖν ὀφιλόντων. ἐπιμελὲς οὖν γενέσθαι ὑμεῖν παρήγγειλα ἐν ταῖς κώμαις διατρείβειν καὶ εἰς τὰς λειτουργίας μὴ κατα σταθῆναι ἐκπότασου προχειρι ες εἰδόσιν, εἴ τις μετὰ ταῦτά μου τὰ γράμματατὰ διατάγματα ἐξελεγχθείη ἢ ἐκ κλέπτων τινὰς ἢ τοῦ λογιστηρίου ἀφειμένος δίκην ὑπὲρ τῆς ἀπιστείας ὑφέξει. ἔξεστιν μὲν πᾶσιν τοῖς δεύτερον εἰς λιτουργίαν ὀνομασθεῖσι τοὺς μὴ πρότερον λελειτουργηκότας ὀνομάζειν, ἵνα αὐτοὶ π νται. ει εἰς ὑπηρεσίανϋπηρεσιαν ὑπαγόμενοι καὶ οἱ μὴ πρότερον λιτουρ γήσαντες ὑπηρετυτοι καὶ οἱ κωμωγραμματεὶς δὲ ἐλεγχθέντες χροις λ προβαλλόμενοί τινας ἢ ἐκκλέπτοντες δίκην τὴν προσήκουσαν ὑποσχ. ταύτης μου τῆς ἐπιστολῆς τὸ ἀντίγραφον φανεροῖς γράμμασιν δημοσίᾳ προτεθῆναι κελεύω ὥστε ἅπαντας μοι εἰδέναι τὰ δόξαντά μοι. ἐρρῶσθαι ὑμᾶς βούλομαι ἔτους κθ Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Ἁδριανοῦ ι. Ἀμμώνιος στρατηγὸς Ἀρσινοείτου Ἡρακλείδου μερίδος. τῆς γραφείσης ἐπιστολῆς ὑπὸ Τινηίουτινηϊου Δημητρίου τοῦ λαμπροτάτου ἡγεμόνος περὶ τοῦ τοὺς κωμωγραμματεὶς ἐν ταῖς κώμαις μὴ διατρείβειν καὶ περὶ τῶν μὴ εἰς λειτουργίαν ἀναδιδομένων τὸ ἀντίγραφον δημοσίᾳ προσ έθηκα, ἵνα πάντες εἰδῶσι καὶ παρατηρῶσι τὰ δόξαντα μοι αὐτῷ. σεσημείωμαισεσημίωμαι. ἔτους κθ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου Εὐσεβοῦς Εὐτυχοῦς Εὐσεβοῦς Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρμαδικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστου ΒρεταννικοῦΒρεττανικοῦ Τῦβι κγ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.