no image
DDbDP-text
ἔτους β Τῦβι κϛ. ὁμολογεῖ Σαραπίων ὁ παρὰ Ποσειδωνίου τοῦ οἰκονόμου πρὸς θησαυροῖς τῆς Τετρακωμίας μεταβεβλῆσθαι καὶ παραδεδω κέναι Κολοβίνει τῶι παρὰ Πραξίου τοῦ πρὸς τῆι σιταποδοχείαι Μέμφεως καὶ Τοθοήτει τῶι παρὰ Τεῶτος τοῦ παρ’ Ἡρακλείδου τοῦ ἀντιγραφέως καὶ ἐμβεβλῆσθαι εἰς τὸν Δωρίωνος κέρκουρον ἀγωγῆς Ζ ἐφ’ οὗ Σαραπίων ὥστ’ εἰς τὰ μετρήματα τῶν ἐν τῆι Μέμφει δυνάμεων πυροῦ καθαροῦ κεκοσκινευμένου ἀπὸ τῶν γενημάτων τοῦ κε καὶ α ἔτους μέτρωι δοχικῶι τῶι πρὸς τὸ χαλκοῦν καὶ σκυτάληι δικαίαι ἀρτάβας τετρακισχιλίας γίνονται Δ, ὧν καὶ τὸ δεῖγμα κοινῆι συνεσφράγισταισυνεσφράγεισται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.