no image
DDbDP-text
Ἡρακλείτωι καὶ τοῖς ρ παρὰ Σαραπίωνος τοῦ Ἀπολλωνίου, Πέρσου. Φίλιππος ὁ τῆς ἀδελφῆς μου Σαραπιάδος λεγόμενος, μετ’ ἐμοῦ γινόμενος καὶ συγκαταπλέων μοι ἐκ τῆς χώρας ἐν τῶι καλου μένωι Σεωσιπάτρου κυβαιωδίωι, ἐν δὲ τῆι Νικίου τοῦ Προσωπίτου ὡρμικότων ἡμῶν τῆι κη τοῦ Παῦνι μηνὸς φ λούεσθαί μου ελθόντος καὶ ὑπο λιπομένου αὐτόν, παραγενηθεὶς ἐκ τοῦ βαλανείου κατέλαβον τὸν Φίλιππον ἀπεληλυθότα ἔχοντα καὶ τὸ μεθόδιόν μου χρυσίου παλαιοῦ πεντηκονταδραχμo καὶ κλάλια ἀργυρᾶ β ἄγοντα στα τῆρας κβ, χαλκοῦ δραχμὰς τ, ἱμάτιον ὃ ἦν ἄξιον χαλκοῦ δραχμῶν Β. ἀξιῶ οὖν ὑμᾶς καταχωρίσαι μου τὴν προσαγγελίαν εἰς χρηματισμὸν ὅπως, ἐὰν αὐτοῦ ἐπιλαμβάνωμαι, καταστήσω αὐτὸν ἐφ’ ὑμᾶς. εὐτυχεῖτε. ἔτους ιε Ἐπείφ ζSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.