no image
DDbDP-text
Ackerpacht via HGV-meta
Linked by Trismegistos ID
TM 3205.
Each record below describes this same ancient text from a different angle.
παραχρῆμα ν χαλκοῦ δραχμὰς οχαηουσεπαουσι ἀπό τε βασιλικῶν καὶ ἰδιωτικῶν ὀφειλημάτων πάντων, ἐὰν μ Ζηνόδωρος τοῖς μεμισθωμένοις παραστῆι τὰ ε ἀποτεισάτω Ζηνόδωρος ἐπίτιμον καὶ τὸ βλάβος καὶ μηδὲνμεθὲν ἧσσον ἡ μίσθωσις κυρία ἔστω ἀνυπεύθυνοι ἔστωσαν οἱ μεμισ θωμένοι καὶ οἱ παρʼ αὐτῶν παντὸς ἐπιτίμου καὶ πάσης ζημίας ἀποδότωσαν δὲ οἱ μεμισθωμένοι Ζηνοδώρωι τὸ ἐκφόριον ἐν μηνὶ Παῦνι τοῦ τεσσαρεσκαιδεκάτου ἔτους πυρὸν νέον καθαρὸν καὶ ἄδολον μέτρωι τῶι τῆς κώμης τετραχοινίκωι οὗ ἂν Ζηνόδωρος συντάσσηι. ἧς δʼ ἂν ἀρτάβης μὴ ἀποδῶσι καθὰ γέγραπται ἀποτεισάτωσαν ἀρτάβης ἑκάστης χαλκοῦ δραχμὰς τρισχιλίας ἢ τὴν οὖσαν πλείστην τιμὴν τῶν δὲ καρπῶν κυριευέτω Ζηνόδωρος ἕως ἂν τὰ ἑαυτοῦ πάντα ἐκ πλήρους κομίσηται. ἐὰν δέ τι πραχθῶσι ὑπὲρ τῆς γῆς ταύτης ἢ αὐτοῦ Ζηνοδώρου ἐπιδείξαντες σύμβολον ὁμόλογον, ὑπολογείτω ἐὰν δὲ ἢ ἀνεμόφθορος ἢ ἄλλη τις ποτυπαος φθορὰ παραλαβόντες οἱ μεμισθωμένοιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.