no image
DDbDP-text
ἀργυρίου νομίσματος δραχμὰς ι τετρώβολον αἷς οὐδὲν προσῆκται. ἀποδότωσαν δὲ αἱ δεδανεισμέναι τὰς τοῦ ἀργυρίου δραχ μὰς ι τετρώβολον μηνὶ ἑβδόμου καὶ τρια κοστοῦ ἔτους χωρὶς πάσης ὑπερθέσεως ἐὰν δὲ μὴ ἀποδῶσι καθὰ γέγραπται, ἀποτεισάτωσαν αἱ δεδανεισμέναι τῶι Βάσσωι τὸ μὲν προκείμενον κεφάλαιον μεθ’ ἡμιολίας, τὸν δὲ τόκον τῆς ὑπερχρονίας τὸν καθήκοντα, τῆς δὲ πράξεως οὔσης ἔκ τε τῶν δεδανεισμένων ἔκ τε αὐτῶν καὶ ἐξ ἑνὸς καὶ ἐξ ἧςοὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐταῖςαὐτοῖς πάντων κα θάπερ ἐκ δίκης ἀκύρων οὐσῶν καὶ ὧν ἐὰν ἐπενέγ κωσι πίστεων πασῶν σκέπης πάσης vac. Φαμενὼθ διὰ Σαραπίωνος vac. κεχρημάτισταιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.