no image
DDbDP-text
Darlehensvertrag via HGV-meta
Linked by Trismegistos ID
TM 21228.
Each record below describes this same ancient text from a different angle.
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν μετὰ τὴν ὑπατείανὑπατίαν τοῦ δεσπότου ἡμῶν Φλαουίου Μαυρικίου Αὐγούστου ἔτους ιϛ Φαῶφι κ τῆς παρούσης γ ἰνδικτίωνος ἐν Ἡρακλέους πόλει. Αὐρήλιοι Παῦλος καὶ ΒίκτωρΒίκτορ ὁμογνήσιοι ἀδελφοὶ υἱοὶ μισθωταὶ ἀρτοκοπίου καλουμένου Σενπίου ἀφʼ Ἡρακλέους πόλεως Αὐρηλίῳ Διοσκόρῳ υἱῷ Σαρμάτου ἀπὸ κώμης Τεβέτνυ τοῦ Ἡρακλεοπολίτου νομοῦ χαίρειν. ὁμολογοῦμεν ἐξ ἀλληλεγγύης ἐσχηκέναι ἡμᾶς παρὰ σοῦ ἀπὸ χειρὸς εἰς χεῖρας εἰς ἰδίαν ἡμῶν καὶ ἀναγκαίαν χρείαν κεφαλαίου χρυσοῦ νομισμάτια δύο ζυγῷ Ἀρσινοίτου, γίνεται χρυσοῦ νομισμάτια β , ἅπερ σοι ἀποδώσομεν τῷ μὲν Μεσορὴ μηνὶ τῆς αὐτῆς γ ἰνδικτίωνος χρυσοῦ νομισμάτιον ἓν καὶ τῷ Θὼθ μηνὶ τῆς σύν θεῷ τετάρτης ἰνδικτίωνος τὸ ἄλλο ἓν νομισμάτιον. τὸ γραμματεῖονγραμματῖον κύριον καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. οἱ προκίμενοι συμφωνεῖσυμφωνῖ ἡμῖν πάντα ὡς πρόκιται. Αὐρήλιος Χρῆστος Ἰωάννου ἀφʼ Ἡρακλέους πόλεως ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων ὄντων. χειρόγραφονχιρόγραφον Παύλου καὶ Βίκτορος ἀδελφῶν μισθωτῶν ἀρτοκοπίου ἀφʼ Ἡρακλέους πόλεως χρυσοῦ νομισματίων βSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.