no image
DDbDP-text
Darlehen mit Hypothek via HGV-meta
Linked by Trismegistos ID
TM 21226.
Each record below describes this same ancient text from a different angle.
τιηματι καὶ ζητήματι καθαρὸν ἄπρατον ἀνεπιδάνειστονἀνεπιδάνιστον ἅπαντος ἑτέρου οἱουδήποτε δανείου ου τε καὶ πολιτικοῦ ἢ καὶ ἰδιωτικοῦ ὀφλήματος ἢ διεγγυήματος ἁπαξαπλῶς ἄχρι τῆς τοῦ χρέους ἀποδόσεως μετὰ τῆς παραμυθίαςπαραμυθείας καὶ λυτρώσεως ταύτης μου τῆς ὑποθήκης. εἰ δὲ κατόπινκατόπειν γένωμαι περὶ τὴν λύσιν καὶ ἀπόδοσιν τῶν αὐτῶν τεσσάρων νομισματίων καὶ τῆς παραμυθίαςπαραμυθείας καὶ ἀναγκασθείης δικαστήρια κατʼ ἐμοῦ κινεῖν καὶ ἀναλώματα ποιεῖν, ἑτοίμως ἔχω καὶ τὰ συμβησόμενά σοι διὰ ταύτην τὴν αἰτίαν ἀναλώματα ἢ καὶ ζημιώματα ἐν δικαστηρίοις ἢ ἐκτὸς δικαστηρίων_ὁμολογῶ τῇ σῇ πει_ἀποκαταστῆσαί σοι πρὸς τῷ με καὶ τὸ προγεγραμμένον χρέος ἀποδοῦναι καὶ ἐν ἅπασι ἀζήμιόν σε ποιῆσαι· καὶ ἐπὶ τούτοις ἐπωμοσάμην τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα καὶ τὴν νίκην καὶ διαμονὴν τοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Τιβερίου Μαυρικίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος μὴ παραβῆναι τὰ ἐγγεγραμμένα ὑποκειμένων σοι εἰς τοῦτο γενικῶς καὶ ἰδικῶς πάντων μου τῶν ὑπαρχόντων καὶ ὑπαρξόντων καθάπερ ἐκ δίκης. τὸ γραμματεῖονγραμματῖον τοῦτο κύριον καὶ βέβαιον καὶ ἐπερωτηθεὶς ὡμολόγησα Αὐρήλιος Ψάις Φοιβάμμωνος ὀνηλάτης στοιχεῖ μοι πάντα ὡς πρόκειται. Μαρῖνος Πειρο νοτάριος ἀπὸ Ἀντινόου πόλεως μαρτυρῶ τῇ ὑποθήκῃ ἀκούσας παρὰ τοῦ θεμένου. Κολλοῦθος Παύλου ἀπὸ Ἀντινόου πόλεως μαρτυρῶ τῇ ὑποθήκῃ ἀκούσας παρὰ τοῦ θεμένου. Θεόδωρος Γεωργίου νοτάριος μαρτυρῶ ταύτῃ τῇ ὑποθήκῃ ἀκούσας παρὰ τοῦ θεμένου. δι εμυ ελια εγραφε. ο δηSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.