no image
DDbDP-text
Ein byzantinisches Empfehlungsschreiben via HGV-meta
Linked by Trismegistos ID
TM 35437.
Each record below describes this same ancient text from a different angle.
Πέτρος ὁ προσφέρων τῇ σῇ ὁσιότητι ταῦτά μου τὰ γράμματα πρεσβύτερος τυγχάνων τοῦ ἁγίου μαρτυρίου ἄπα Φοιβάμμωνος δέεται τῶν ἀναγκαίων. οὐ γὰρ ἀπαρκεῖ ἡ πρόσοδος τῶν δύο ἀρουρῶν τοῦ μαρτυρίου πρὸς τους ν· εἰδὼς οὖν καὶ αὐτὸς τὸ φιλάνθρωπον καὶ φιλόπτωχον τῆς σῆς θεοσεβείας ᾔτησέν με γράμματα, ἵνα ἐμοῦ τὰ ἀληθῆταληθῆ μαρτυροῦντος μόνου ἀπὸ πολλῶν ἀπολαύσῃ τῆς σῆς ἐπικουρίας. οὐδὲν δὲ τὰ κατʼ αὐτὸν πράττουσιν οἱ πρεσβύτεροι τῆς κώμης κε. παρακαλῶν δὲ τὴν θεοσέβειάν σου εὔξασθαι ὑπὲρ ἐμοῦ, ἵνα καταξιωθῶ ἰδεῖν ὑμᾶς ης εἰμι προσαγόρευε τοὺς εὐλαβεστάτους ἀδελφοὺς πάντας οὓς ἐπιθυμῶ ἐπίδος τῷ θεοσεβεστάτῳ καὶ ἁγιωτάτῳ πατρὶ ῳ ἀρχιμανδρίτῃ παρὰ Φοιβάμμωνος πρεσβυτέρουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.