no image
DDbDP-text
Μαχάται ἐπιστάτηι Τάνεως παρ’ Ὀννώφριος ἐνταφιαστοῦ τῶν ἐκ τῆς αὐτῆς κώμης. τε χθέντων τινῶν αἰλουρίων ἐν τῆι οἰκή- σει μου καὶ τῆς μητρὸς μὴ παραγινομέ νης πρὸς αὐτὰ παραγενηθεὶς εἰς τὸ Βου βαστεῖονΒου βαστῖον ἠξίουν τοὺς σώμφεις παραγεναμέ νους μετενέγκαι εἰς τὸ ΒουβαστεῖονΒουβαστῖον. οὐ πα- ραγινομένων δὲ, ἀλλὰ παραφερόντων συν έβη τρεφομένων ὑπὸ μοῦ γάλακτι ἐν οἰ κ ἁρπαγῆναι ὑπὸ αἰλούρου ἄρσενος καὶ κατ αφέ ρεσθαι ἐκ τῆς οἰκήσεως εἰς τὴν πλατεῖαν. ἐπικαταδραμόντος δὲ μοῦ καὶ βοῶντος τοῖς παροῦσι καὶ ἀκούουσιν ἐπιβοηθεῖν, οὕτως πε ριστάντες μόλις ἓν αἰλούριον ἀφειλόμεθα παρόντος τοῖς συμβοηθήσασισυμβοηθείσασι καὶ Φάσιτος τοῦ κωμογραμματέως, ὧι καὶ ἐπέδειξα ἐπιμαρ τυρόμενος καὶ τὰ συμβάντα. oὐκ ἔχων δὲ ὃ ποιήσω διὰ τὸ καὶ σὲ πυνθάνεσθαι ἔκδη μον εἶναι καὶ μὴ δύνασθαί με ἐν τῆι δε τῆι κώ μηι ὀπτάζεσθαι διὰ τὸ περὶ ἐμὲ ἐπιτή δευμα τῆι κβ τοῦ ἐνεστῶτος μηνὸς αυυταθμαα καὶ ἐνένκας πρὸ τῆς θύρας τοῦ ΒουβαστεῖουΒουβαστίουβασίου ἐχαρισάμηνἐχα ρεισάμην ἀξιῶν εἰσκομίσαι τοὺς σώμφεις οὐ δυνάμενος εἰσελθεῖν. ἵνα οὖν μὴ ἐξ ὑστέ ρου κακοηθευσαμένων τινῶν συκοφαντῶ μαι παρὰ τὸ καλῶς ἔχον, ἀξιῶ σε δεόμενος ἕκαστα τούτων καθυπογραψάμενον τα καυπλ αασσεου . τούτου δέ γενομένου τεύξομαι τῆς παρὰ σοῦ ἀν τιλήψεως. ἔτους γ Φαρμοῦθι κβSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.