no image
DDbDP-text
Loan of Money via HGV-meta
Linked by Trismegistos ID
TM 20304.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιος Παμοῦρ Παμούριος μητρὸς Τακοσε ἀπὸ κώμης Κέλλεως τῆς Μω θιτῶν πόλεως τῆς Μεγάλης Ὀάσεως νυνὶ οἰκῶν ἐν κώμῃ Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου μελαγχαίτηςμελανχέτης κολοβὸς Αὐρηλίᾳ Σοφίᾳ Βῆσα μητρὸς Τας ἀπὸ τῆς αὐτῆς κώμης Κέλλεως νῦν διατριβούσῃ ἐπὶ τῇ αὐτῇ κώμῃ Ἀφροδίτης χαίρειν. ὁμολογῶ ἐσχηκέναι καὶ δεδανεῖσθαι παρὰ σοῦ ἐντεῦθεν εἰς ἰδίαν μου καὶ ἀναγκαίαν χρείαν καὶ ἠριθμῆσθαι διὰ χειρὸς ἀργυρίου Σεβαστῶν νομίσματος τάλαντα πεντακισχίλιαπεντακισχείλια, γίνεται ἀργυρίου τάλαντα Ε κεφαλαίου καὶ παρέξω σοι ὑπὲρ ἐπέργου τούτων ἀποτάκτου κατὰ μῆνα ἕκαστον ἀργυρίου τάλαντα πεντακόσια, γίνεται τάλαντα φ, ἀπὸ τῆς ἐνεστώσης ἡμέρας τοῦ ὄντος μηνὸς Μεχεὶρ κ τῆς παρούσης ζ ἰνδικτίωνος ἄχρις ἀποδόσεως τοῦ κεφαλαίου καὶ ὁπόταν βουλήθῃς ἀπολύειν παρʼ ἐμοῦ τὸ κεφάλαιον ἀποκαταστήσω σοι μετὰ τοῦ συναγομένου ἀποτάκτου ἤτοι ἐπέργου ἀνυπερθέτως καὶ ἀναμφιλόγως τῆς πάσης μου εὐπορίαςεὐπορείας ὑποκειμέ νης σοι ἕως ἂν ἀποδῶ τὸ ὄφλημα. τὸ δὲ χειρόγραφον τοῦτο ἁπλοῦν σοι ἐξεδόμην πρὸς ἀσφάλειαν κύριον καὶ βέβαιον καὶ ἐπερωτηθεὶς ὡμολόγησα. μετὰ τὴν ὑπατείαν Ἰουλιανοῦ τὸ δ καὶ Φλαυίου ΣαλλουστίουΣαλουστίου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου Μεχεὶρ κ. Αὐρήλιος Παμοῦρ Παμούριος ὁ προκείμενος ἔσχον καὶ ὀφείλω τὰ τοῦ ἀργυρίου κεφαλαίου τάλαντα πεντακισχίλιαπεντακισχείλια καὶ ἀποδώσω μετὰ τοῦ συναγομένου ἐπέργου κατὰ μῆνα ἀργυρίου ταλάντωντάλαντα πεντακοσίωνπεντακοσια καὶ εὐδοκῶ πᾶσι τοῖς ἐγγεγραμμένοις ὡς πρό κειται. Αὐρήλιος Πεβῶς Τιθοῆτος ἀπὸ τῆς αὐτῆς κώμης Κέλλεως ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Παμοῦρ Παμοῦρ ἀπὸ Κέλλεως ἀργυρίου τάλαντα Ε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.