no image
DDbDP-text
Petition to a Former Magistrate via HGV-meta
Linked by Trismegistos ID
TM 20286.
Each record below describes this same ancient text from a different angle.
Αὐρηλίῳ Φαυστιανῷ ἄρξαντι Μωθιτῶν πόλεως τῆς Μεγάλης Ὀάσεως ἐκδίκῳ χώρας. παρὰ Αὐρηλίου Παμούριος Ψάιτος ἀπὸ κώμης Κέλλεως τῆς Μωθιτῶν πόλεως. εἰ ἑκάστῳ προχωρήσει τὰ τῆς αὐθαδίας καὶ εἰ μὴ ἡ τῶν νόμων ἐπισττρέφεια ἐπακολουθεῖν εἴωθεν, ἀβίωτος ἂν ἡμῖν τοῖς ς χρόνος ἐγένετοἐγείνατο. Σόις τοίνυν Ἀκούτιος κώμαρχος τῆς αὐτῆς κώμης Κέλλεως ἀεὶ ἐπιβουλεύων μοι ὁσημέραι . μοι παρʼ ἕκαστα τοὺς παρεπιδημοῦντας στρατιώ τας καὶ ὀφφικιαλίους ἐξπούγκτοραςἐκσπούνκτορας ἐπικωμάζων τῇ συμ βίῳ μου καὶ ἐπιφυόμενός μοι. τῇ γὰρ χθὲς ἡμέρᾳ κατʼ ἀπουσίαν μου ν θύραν κατασχίσας πελυκίῳ ἐπεισελθὼνἐπισελθὼν ἅμα υἱῷ Ψενα μούνιος τέκτονος ἀπὸ Πμοῦν Παμω, μήτε ὢν λειτουργὸςλιτουργὸς μήδʼ αὐ κωμήτης μου τυγχάνων, ἐπελθὼν τῇ συμβίῳ μου μεθʼ οὗ εἶχεν ῥοπάλουῥωπάλω πληγαῖς αὐτὴν συνέκοψεν, ὡς αἱ πλη γαὶ φαίνονται ἐπὶ σώματος αὐτῆς, ὡς μὴ ὑποκείμενοι νόμοις. οὕτως τοίνυν οὔσης τῆς τῶν προειρημένων τοῦ τε κωμάρ χου καὶ τοῦ υἱοῦ Ψεναμούνιος διανοίας, οὐ δυνάμενος διʼ ἡσυχίας ἄγειν, ἐπιδίδωμι τῇ σῇ ἐπιεικείᾳ τάδε τὰ βιβλία ἀξιῶν ἀὐτὰ ταῦτα μηνυθῆναι τῇ ἀνδρείᾳ τοῦ κυρίου μου διασημοτάτου ἡγεμόνος Οὐαλερίου ΟὐικτωρινιανοῦΟὐικτωριανοῦ πρὸς τὸ δύνασθαι τὸ τετολμημένον τυχεῖν τῆς προση κούσης ἐκδικίαςἐκδικείας. διευτύχει. μετὰ τὴν ὑπατείανὑπατίαν τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Σεβαστοῦ τὸ ϛ καὶ Κωνσταντίνου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α, Τῦβι ια. Αὐρήλιος Παμοῦρις Ψάιτος ὁ προκείμενος ἐπιδέδωκα. ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα Αὐρήλιος Φιβίων ἄρξας Ἑρμοῦ πόλεως.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.