no image
DDbDP-text
Ἀντίγονος Δωρίωνι χαίρειν. ἔγραψας περὶ Καλλιδρό μου τοῦ Καλλικράτου ὥστε ἔτι καὶ νῦν ἐπαναγκάσαι αὐτὸν τὸν ὄνον ἀποδοῦναι τῶι κυρίωι ἢ τιμὴν αὐτῶι ὁ Καλλίδρομος δὲ τὸν Δωρίωνα ὅπως ἐνέγκηι και εανρηδνα ἀπολυ πρᾶξαι δὲ αὐτὸν τιμὴν τοῦ ὄνου δραχμὰς κ. ἐγὼ οὖν ἡσυ χῆι μὲν κατὰ τὴν π γραφεῖσάν μοι ὑπὸ σοῦ ἐπιστολὴν ἀπήγαγον τὸν Καλλίδρομον εἰς τὸ ἐν Σινάρυ δεσμω τήριον ἵνα τὸ ὑποζύγιον ἀποδῶι Δωρίωνι, Πάτρων δὲ ὁ ἀρχιφυλακίτης τῆς κάτω τοπαρχίας παραγενόμενος εἰς τὸ δεσμωτήριον τὸ ἐν Σινάρυ ἐξήγαγεν τὸν Καλλίδρομον ἐκ τοῦ δεσμωτηρίου ὥστε μὴ δύνασθαι ἡμᾶς τὴν πρᾶξιν ποιήσασθαι εκ του κατὰ τὸ διάγραμμα σωματος τόν τε ὄνον ἀναγαγὼν εἰς τὴν οἰκίαν καὶ ἔχων ἐν Τακόναι παρʼ αὑτῶι ἐκἐγ μέσου ἀφῄρηκεν αὐτὸν. εἰ οὖν μὴ ἠρρωστήσαμεν επ ον αν εἰλήφειν ἂν παρʼ αὐτοῦ διά τινος μαχαιροφό ρου. ἔγραψα οὖν σοι περὶ τούτων ὅπως εἰδῇςεἰδῆις εἶναι αἴτιον τοῦ μὴ γενέσθαι τῶι Δωρίωνι ἀπόδοσιν τὴν Πάτρωνος βίαν, ὃς ἀπειθῶν διατετέλεκε τοῖς πα ρὰ σοῦ προστάγμασιν. ἔρρωσο. ἔτους δSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.