no image
DDbDP-text
Πολέμων Ἁριμούθηι χαί ρειν. ἀπεστάλκαμεν πρὸς σὲ Μνάσωνα τὸν δοκιμασ τὴν μετὰ φυλακῆς. διεγ γυήσας οὖν αὐτὸν παρα μονῆς δραχμῶν Α ἄφες αὐτὸν εἰσαγαγεῖν τὰ ὀφειλή ματα καθὰ σύγκειται πρὸς ἡμᾶς, τὸ πρόστιμον αὐτῶι συμβαλὼν παρὰ σαυ τοῦ ὅσους μὴ ἐπιτρέψειςοσουμ ἐπιτρέψει ἀποβιάζεσθαι αὐτὸν καὶ σεμ, καὶ συνεπι λαμβάνου αὐτῶι πρὸς τὸ εἰσαχθῆναι πάντα, καὶ ἡμῖν ἐπίστειλον ὅτι παρείληφας αὐτὸν παρὰ τῶν παρʼ ἡμῶν μαχίμων καὶ ὅτι διεγγυήσεις αὐτὸν τῶν Α δραχμῶν, ἐπιμέλειαν δὲ ποίησαι ὅπως καὶ τὸ ὑπάρ χον ἔλαιον διʼ αὐτοῦ ἤδη πραθῆι καὶ ἡ τιμὴ ἀνα κομισθεῖσα πέσηι ἐπὶ τὴν βασιλικὴν τράπεζαν. Ἁριμούθηι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.