no image
DDbDP-text
Linked by Trismegistos ID
TM 23517.
Each record below describes this same ancient text from a different angle.
Inner text ἐπὶ ὑπάτων Σεργίου Ὀκταουίου Λαίνα Ποντιανοῦ καὶ Μάρκου Ἀντωνίου Ῥουφείνου πρὸ ἑπτὰ εἰδῶν Αὐγούστων, κατὰ δὲ τὸν τῆς νέας ἐπαρχείας Ἀραβίας ἀριθμὸν ἔτους ἕκτου καὶ εἰκοστοῦ μηνὸς Λῴου ἐννεακαιδεκάτῃ ἐν Μαωζα τῆς Ζο αρηνῆς . Πέτραν μητρόπολιν τῆς Ἀραβίας, ὡμολογήσατο Ιησους Μαναημου τῶν ἀπὸ κώμης Σοφφαθε περὶ πόλιν Λιουιάδος τῆς Περαίας πρὸς Σαλωμην καλουμένην Κομαϊσην Ληουειου τὴν γυναῖκα, Μαωζηνὴν ὥστε αὐτοὺς ὥστε αὐτοὺς .ετ συμβιως αὐτῆς ὡς καὶ πρὸ τούτου τοῦ χρόνου καὶ ὀφείλειν τῇ αὐτῇ Κομαισῃ τὴν προῗοκα αὐτῆς ἀργυρίου δηνάρια ἐνανήκοντα ἕξ, ἃ ὡμολογήσατο ὁ γήμας ὁ αὐτὸς Ιησους ἀπεσχηκέναι παρʼ αὐτῆς τῇ οὔσῃ ἡμέρᾳ τιμογραφίαντειμογραφίανκοσμίας γυναικίας ἐν ἀργύρῳ καὶ χρυσῷ καὶ ἱματισμῷ καὶ ἑτέροιςἑταίροις γυναικίοις ἀξι οχρέαν του ἀργυρίου, σὺν αἱρέσει τροφῆς καὶ ἀμφιασμοῦ αὐτῆς τε καὶ τῶν μελλόντων τέκνων νόμῳ ἑλληνικῷ καὶ ἑλληνικῷ τρόπῳ ἐπὶ τῆς τοῦ αὐτοῦ Ιησουου πίστεως καὶ κινδύνου πάντων ὑπαρχόντων αὐτοῦ αὐτοῦ ὧν τε ἔχει ἐν τῆ αὐτῆ πατρίδι Σοφφαθε καὶ ὧν ἂν ἐπικτήσηται Σ ἀπὸ τοῦ αὐτοῦ Ιησουου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῦ πάντη ς τρόπῳ ὧ ἂν αἱρῆται ἡ αὐτὴ Κομαϊση ἢ ὃς δἰ αὐτῆς ἢ ὑπὲρ αὐτῆς πράσσων τὴν εἴσπραξιν ποιεῖσθαι, περὶ τοῦ οὕτως καλῶς γείνεσθαι πίστεως ἐπηρωτημένης καὶ ἀνθωμολογημένης· συμπαρόντος Μαναημου ἐπιτρόπου τῆς αὐτῆς Κομαϊσης. ἘπιγραφήSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.