no image
DDbDP-text
Lease of a Holding via HGV-meta
Linked by Trismegistos ID
TM 35417.
Each record below describes this same ancient text from a different angle.
τ τὴν ὑπὲρ τῆς καταγραφείσης τὸ τῆς ἐνδόξου μνήμης Θεοδώρου σοῦ πατρὸς κτῆμα ὁλόκληρον πατρικὸν ὡς ἀρουρῶν ὅσων ἐστίν, ἐν ᾧ λάκκος ὁλόκληρος καὶ φοίνικες καὶ ἀκανθέαι καὶ συκάμινοι καὶ οἰκία καὶ ἕτερα χρηστήρια, μετὰ παντὸς αὐτοῦ δικαίου διακείμενον ἐν τῇ αὐτῇ νήσῳ τόπου λεγομένου Πκελ , εἰς κατασποράν, καὶ δώσω ὑμῖν λόγῳ φόρου ἀποτάκτου τοῦ αὐτοῦ ὁλοκλήρου κτήματος κατʼ ἔτος συμβροχικῷ ἀβροχικῷ, ὅ μὴ εἴη, σίτου σὺν παντοίοις ἀναλώμασι ἀρτάβας ἑκατὸν τεσσεράκοντα μοδίῳ καὶ κριθῶν ἀρτάβας δέκα τρεῖς γίνονται σίτου ἀρτάβαι ρμ καὶ κριθῶν ἀρτάβαι ιγ μέτρῳ μοδίῳ ξυστῷ, καὶ ὑπὲρ τιμῆς χόρτου χλωροῦ δώσω κατʼ ἔτος χρυσοῦ νομισμάτια δύο καὶ κεράτια δέκα ὀκτὼ εὔσταθμα βκ ἰδιωτικῷ ζυγῷ, καὶ ἐν τῇ δόσει τοῦ φόρου τεσσεράκοντα καὶ τυροὺς γεουχικοὺς τρία καὶ λόγῳ ἑορτικῶν ὀρνίθια ς ἐν τῷ δεσν τόπους π νυστουκα ἐπὶ τοῦτοSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.