no image
DDbDP-text
Fragment eines Teilpachtvertrages via HGV-meta
Linked by Trismegistos ID
TM 36181.
Each record below describes this same ancient text from a different angle.
ἐφʼ ᾧ με τοῦ το ἔχειν ὑπʼ ἐμὲ καὶ ποτίσαι ἀπὸ τοῦ λάκκου ἀδιαλείπτως καὶ τὴν πᾶσαν γεωρ γικὴν ἐργασίαν ποιήσασθαι ἐκ τῶν ἰδίων μου ζῴων καὶ ἀναλωμάτων ἄνευ κατα φρονήσεως καὶ ἀμελείας, τῆς δὲ σπερμοβολίαςσπερμοβαλίας διδομένης παρʼ ἐμοῦ ου, καὶ τοῦ καιροῦ γενομένου τὸ περιγινόμενον παντοίων γενη μάτων καὶ ἀχύρων εἰς ἡμᾶς μερισθήσεται κατὰ τὸ ἥμισυ, εἰς ἐμὲ μὲν μέρος ἓν ὑπὲρ τῶν καμάτων, εἰς ὑμᾶς δὲ ἄλλο μέρος ἓν ὑπὲρ τῶν ἐκφορίων. τῶν ἐμῶν ζῴων. πρὸ μερισμοῦ δὲ χόρτου ἔχειν ὑμᾶς ἐκ τῆς κοινότητος ἀρούρας δύο πρὸς πάσας κοπὰς παρέξω δὲ ὑμῖν κατʼ ἔτος ὑπὲρ τοῦ μισθοῦ τῶν ποιμένων καὶ ποιήσω δὲ τὴν μεταφορὰν τοῦ φόρου ἕως τοῦ ὑμᾶς ἐκSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.