no image
DDbDP-text
Record of Official Proceedings via HGV-meta
Linked by Trismegistos ID
TM 21127.
Each record below describes this same ancient text from a different angle.
τοῖς τρίτον ἐσομένοις ὑπάτοις πρὸ η εἰδῶν Δεκεμβρίων, Χοιὰκ θ. παρελθόντος Φίρμου καὶ προσενεγκόντος Πατρίκιον, Κλημάτιος ῥήτωρ εἶπεν· Φίρμῳ τῷ παρελθόντι οἰκέτης ἐστὶν Πατρίκιος· τοῦτον προσάγων δεῖταιδῖται περὶ τῆς τύχης ἐρωτᾶσθαι. ὑπομνηματογράφοι Πατρικίῳ εἶπον· δοῦλος εἶ ἢ ἐλεύθερος; ἀπεκρίνατο· δοῦλος. ὑπομνηματογράφοι αὐτῷ εἶπον· τίνος; ἀπεκρίνατο· Φίρμου. ὑπομνηματογράφοι αὐτῷ εἶπον· πόθεν σε ἐκτήσατο; ἀπεκρίνατο· ἀπὸ Ῥεσκούπου. ὑπομνηματογράφοι αὐτῷ εἶπον· παρὰ τίνος; ἀπεκρίνατο· παρὰ Νεικοστράτου. ὑπομνηματογράφοι αὐτῷ εἶπον· ἡ μήτηρ σου δούλη ἐστίν; ἀπεκρίνατο· ναί. ὑπομνηματογράφοι αὐτῷ εἶπον· τί καλεῖται; ἀπεκρίνατο· Ἡσύχιν. ὑπομνηματογράφοι αὐτῷ εἶπον· ἀδελφοὺς ἔχεις; ἀπεκρίνατο· ναί, ἕνα , Εὐτύχιον. ὑπομνηματογράφοι αὐτῷ εἶπον· δοῦλός ἐστιν καὶ αὐτός; ἀπεκρίνατο· ναί. Κλημάτιος ῥήτωρ εἶπεν· προδήλου γενομένης καλῆς αἱρέσεως τοῦ ἀνδραπόδου τὰ ἀρχεῖα συνχρηματίζειν προστάξατε. Ἐλπίδιος ἔναρχος ὑπομνηματογράφος καὶ Ἀνατόλιος ἀπὸ ὑπομνηματογράφων διαδεχόμενος τὴν ἀπου σίαν υ ἐνάρχου ὑπομνηματογράφου εἶπον· κινδύνῳ τοῦ προσκεκομικότος χωρὶς προκρίμα τος τῆς ἀληθείαςἀληθίας συνχρηματιεῖ τὰ ἀρχεῖα ἀκολούθως τοῖς ὠνητικοῖς γραμμα τείοις, προνοουμένου τοῦ ὠνουμένου τῆς ἑαυτοῦ ἀσφαλείαςἀσφαλίας.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.