no image
DDbDP-text
Letter from Megas to Olympius via HGV-meta
Linked by Trismegistos ID
TM 33470.
Each record below describes this same ancient text from a different angle.
Μέγας Ὀλυμπίῳ χαίρειν. θαυμάζω πῶς ἐπελάθου τῶν ἐμῶν ἐντολῶν, ὧν πολλά κις σοι κατʼ ὄψιν ἐ νετειλάμην, περὶ τοῦ συνεχῶς μοι δηλῶ σαι πρῶτον μὲν πε ρὶ τῆς σωτηρίας σου, ἔπειτα περὶ πάντων ὧν ἔπραξας ἐν Σαρβιτ τίῳ, εἰδὼς ὅτι οὐ μικρῶς ἀγωνιῶ. καίτοι γε πολ λῶν κατερχομένων πρὸς ἐμέ καὶ ἂνκἂν νῦν οὖν πάντα ὑπερθέμενος γρά ψον μοι περὶ πάντων τῶν κατὰ σὲ καὶ ἀσφαλῶς πάν τα ποίει καὶ ἐὰν εὕρῃς ὁλο κοττίνους ἀγοράσαι, ὅλον τὸ ἀργύριον ἀγόρασον, ἵνα εὐχερῶς κατέλθῃς με τʼ αὐτῶν πρός με. φιλονί κησονφιλονεικησον μέντοι γε πάντα διοι κῆσαι καλῶς καὶ ἀσφαλῶς καὶ οὕτως κατελθεῖν πρὸς ἐμὲ πρὸ τοῦ χειμῶνος. ἐρρῶσθαι, δέσποτα, σὲ εὔχομαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.