no image
DDbDP-text
Πεσοῦρις τοῖς τοπογραμματεῦσι χαίρειν. πρὸς τὴν ἐσομένην εἰς τὸ κϛ ἔτος πρᾶσιν τῆς καθηκούσης ἀπομοίρας τῆι Φιλαδέλφωι καὶ τοῖς Φιλοπάτορσι θεοῖς ἅμα τῶι ἀναγνῶναι τὴν ἐντολὴν ἐπίδοθʼ ἡμῖν γραφὰς τοῦ δυναμένου συναχθῆναι οἴνου ἐπʼ ἀκριβείας· τούτων δὲ χάριν πεπόμφαμεν ὑμῖν Ἱέρακα τῶν μαχίμων. ἔρρωσθε. ἔτους κϛ Παῦνι η. Εἰμούθης Πέρα Τεχθὼ νήσου μετείληφα καὶ ἐπιδώσωι ἀκολούθως. ἔτους κϛ Παῦνι ια. Φαμῆς Μέσης μετείληφα. ἔτους κϛ Παῦνι ιβ. Τεῶς Κωίτου μετείληφα. ἔτους κϛ Παῦνι ιϛ. Ὀννῶφρις περὶ Βουσῖριν μετείληφα. ἔτους κϛ Παῦνι ιθ. Σεαευ μετείληφα. ἔτους κϛ Παῦνι κε. Πνεφρὼς περὶ Τέκμι καὶ Φεβῖχιν μετείληφα. ἔτους κϛ Ἐπεὶφ ε. Τοθοῆς περὶ Πόλιν μετείληφα. ἔτους κϛ Ἐπεὶφ ι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.