no image
DDbDP-text
ἔτους λα Φαρμοῦθι ιη ἔγραψα παρηγγελκέναι Πετεαρψενήσει καὶ τοῖς ἄλλοις ποιμέσι. καὶ χρηματισταὶ τῶν τὰς βασιλικὰς οἱ ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοίτου κρίναντες ὧν εἰσαγωγεὺς Ἀσκληπιάδης Ἀπολλωνίῳ χαίρειν· λαβὼν ἀντίγραφον ἐντεύξεως τῆς ἐπιδοθείσης ὑπὸ ρμούθου δὸς τοῖς ἐγκεκλημένοις ὑπʼ αὐτοῦ καὶ καὶ Πετεαρψενήσει καὶ παράγγειλον παραγίνεσθαι ἐπὶ τὸ κριτήριον ἐν ἡμέραις ἔχοντας καὶ τὰ πρὸς τὴν κατάστασιν δικαιώματα καί, ὃν ἂν τρόπον παραγγείλῃς, ἀντίγραψον. ἔρρωσο. ἔτους λα Φαρμοῦθι ιϛ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.