no image
DDbDP-text
Eingabe eines Phylakiten an den Epimeleten via HGV-meta
Linked by Trismegistos ID
TM 3079.
Each record below describes this same ancient text from a different angle.
Διοφαντ Ζωπύρωι ἐπιμελητῆι παρὰ Δωσίθεου τοῦ φυλακίτου δεκαρούρου τῶν ἐκ Σαμαρείας. τοῦ κλήρου μου ὄντος περὶ τὴν αὐτὴν κώμην καὶ ἐν τῆι γενη θείσηι ἐν τῶι κδ ἔτει γεωμετρίαιγεομετρίαι γεωμετρηθέντοςγεομετρηθέντος ὑπὸ Πετῶτος τοπογραμματέως καὶ Ἀπύγ χιος τοῦ κωμογραμματέως καὶ ἄλλων τῶν εἰθισμένων καθόλου τε μηθενὸς εὑρεθέντος πλεονάσματος, ἀλλʼ ἐκ τῶν ἐναντίων ἐλάσσονοςἐλασσω, νυνὶ Διόφαντος ὁ γραμματεὺς τῶν γεωργῶν ἐπιβολὴν ἐσχηκὼς διασεῖσεί με παρὰ τὸ καθῆκον παραγράφει ὡς ἔχοντα πρὸς τῶι κλήρωι ἄρουραν α καθόλου οὔτε τοῦ κωμογραμματέως ἀνα φέροντος οὐδὲ διὰ λογιστηρίου ἀναφερομένου. πρὸς δὲ τὰ ἐκφό ρια παρὰ λόγον περισπώμενος καὶ προσδεόμενος τῆς σῆς μισοπονηρίας ἀξιῶ, ἐὰν φαί νηται, γράψαι Πετῶτι τῶι τοπογραμματεῖ, ἐάνπερ ὦ διὰ τῆς προγεγονυίας διʼ αὐτοῦ ἐπισκέψεως μηδὲν ἔχων πλεόνασμα, προνοη θῆναι, ὡς ἀπερίσπαστος ἔσομαι τῶν ἐκφορίων τῆς παρὰ λόγον προσαγομένης ὑπὸ τοῦ Διοφάντου ἀρούρας α. τούτων δὲ γενομένων τεύξομαιτεύχομαι τῶν εὐγνωμόνων. εὐτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.