no image
DDbDP-text
Gesuch um Zustellung einer Vorladung vor den Convent via HGV-meta
Linked by Trismegistos ID
TM 21109.
Each record below describes this same ancient text from a different angle.
Αὐρηλίῳ Νεμεσιανῷ διαδεχομένῳ στρατηγίαν Ἑρμοπο λείτου παρὰ Αὐρηλίου Ἑρμείου Ἀμμωνίου καὶ ὡς χρηματίζει. ἔχων εἰπεῖν πρὸς Αὐρήλιον Ἀμμώνιον γενόμενον κογράφον Αὐρη λίου Ἀντωνίου στρατηγήσαντος προστεταχότος τοῦ λαμπροτά του ἡμῶν ἡγεμόνος ΟὐαλερίουΟὐελερίου Φίρμου περὶ ὧν με διέσεισεν ἡνίκα ἐτύγχανον γραμματεὺς πρακτόρων ἀργυρίου ταλάν των δύο καὶ δραχμῶν τρισχιλίων ἀξιῶ τοῦτον κελευσαι παρανγελῆναι διʼ ὑπηρέτου τῆς στρατηγίας παρεῖναι καὶ προσεδρεύ ειν τῷ βήματι τοῦ λαμπροτάτου ἡμῶν ἡγεμόνος ἔστʼ ἂν τὰ πρὸς αὐτὸν ζητούμενα πέρας λάβῃ, ἄλλα καὶ παρενεγκεῖν αὐτὸν τοὺς βοηθοὺς αὐτοῦ Ἰσίδωρον καὶ Γερόντιον καὶ Ἱερακίωνα εἰς τὸ μηδὲν ἐνδεῖσθαι τοῦ πράγματος λεγομένου ἀκολούθως ταῖς δοθείσαις μοι ὑπογραφαῖς οὕτως ἐχούσαις, μιᾶς μέν· ἔτους γ Παχὼν η παραγγείλας ᾧ αἰτιᾷ ἔντυχέ μοι δικάζοντι. κολλημάτων ξθ τόμου , ἑτέρας δέ· ἔτους δ Θὼθ ιβ. ἐὰν ἐντυχόντος σου μὴ ὑπακούσῃ ὁ ἀντίδικος, δοθήσεται ὅρος. κολλήματος α τόμου . ἔτους δ Αὐτοκράτορος Καίσαρος Μάρκου Ἰουλίου Φιλίππου Εὐσεβοῦς Εὐτυχοῦς καὶ Μάρκου Ἰουλίου Φιλίππου γενναιοτάτου καὶ ἐπιφανεστάτου Καίσαρος Σεβαστῶν Φαμενὼθ λ. Αὐρήλιος Ἑρμείας Ἀμμωνίου ἐπιδέδωκα καὶ παρήγγειλαπαρήγγιλα ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.