no image
DDbDP-text
Anzeigen der beabsichtigten Veräußerung von Grundbesitz (ΠΡΟΣΑΓΓΕΛΙΑΙ) via HGV-meta
Linked by Trismegistos ID
TM 21096.
Each record below describes this same ancient text from a different angle.
δηλωθεισῶν διὰ πατρὸς ἀκολούθως ᾗ ἔθετο Ῥωμαϊκῇ διαθήκῃ συμφώνως προσπτη διαθηκ ἐπὶ τῷ ἀποδοθῆναι Διμουγίλλᾳ μη τρὶ αὐτοῦ δραχμὰς ρ, ἥνπερ μητέρα ἐδήλωσεν τετελευτηκέναι ἀδιάθετον ἐπʼ αὐτῷ τῷ πράτῃ μόνῳ κληρονόμῳ, καὶ Κορνηλίῳ Κλῳ στρατιώτῃ ἐπιτρόπῳ αὐτοῦ δραχμὰς ρ, τούτων τὰς ἐπιβαλλούσας τοῖς πα τράσι ἡμῶν ἀρούρας β. διὸ ἐπιδίδομεν τόδε τὸ ὑπόμνημα, ὅπως ἐπισταλῇ ἀγορανόμοις περὶ Φεβῖχιν Τοσάχμεως τελειῶσαι τὸν χρηματισμὸν ὡς καὶ ὡς καθήκει. ἔτους λβ Αὐτοκράτορος Καίσαρος Λουκίου Αἰλίου Αὐρηλίου Κομμόδου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ μεγίστου Βρεταννικοῦ Παῦνι ι. Θαῆσις ἡ προγεγραμμένη μετὰ κυρίου τοῦ ἐμαυτῆς υἱοῦ Ἀγαθοῦ Δαίμονος αιτος ἐπιδέδωκα. Ἀμμωνᾶς ἀφʼ Ἡρακλέους πόλεως ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων. Ἡρακλᾶς ὁ προγεγραμμένος ἐπιδέδωκα. Ῥοῦφος Που α εως ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.