no image
DDbDP-text
Byzantinischer Brief (II) via HGV-meta
Linked by Trismegistos ID
TM 35841.
Each record below describes this same ancient text from a different angle.
καθὼς ἔγραψέν μοι ἡ σὴ εὐλάβεια περὶ τοῦ θησαυροῦθυσαυροῦ, ἰδοὺεἰδοὺ ἀνῆλθεν Πέτρος ὁ παῖς εἰς τὴν πόλινπόλειν. ποίησον τὸν κόμετα εἰπεῖν αὐτῷαὐτοῦ μετὰ τοῦ προνοητοῦ. οὐχοὐκ ηὗρον δὲ ποῦ βαλεῖν σῖτον, διότι τὰς δύο κύφας ἐγομώσθησαν. σπούδασον δὲ τοῦ ἀνελθεῖν δὲ ἐνταῦθα διὰ τὴν λοιπάδαλοιπάδαν τοῦ σίτου. ἐρχομένου δέ σου ἡ εὐλάβεια ἔνεγκε κατηνάριον, ἵνα βαλωλ καὶ βάλλειν ἐκεῖ σῖτον. σὺν θεῷ γὰρ προέβη τὸ πρᾶγμα τοῦ σίτου καὶ πάνυ καλόν ἐστιν τὸ διάπεισμαδιάπισμα. ἐὰν δὲ ἑτοίμως ἔχῃςἔχεις ἵνα πέμπῃς τὸ ὀψώνιονὀψωνιν μου ἄνω πρὸ τῆς ἀναβάσεως, δήλωσόν μοι. ἀπέκαμον γὰρ ἐνταῦθα ἐφέτος πλέον ἄλλων. θεὸς γὰρ οἶδεν ὁ μόνος, ὅτι σὺ εἰ ἦσθα ἐνταῦθα οὐ ποιεῖς ἃ ποιῶ. μαρτυρεῖ μοι δὲ ὁ θεός, ὅτι πῶς ἐργάζομαί σοι. καθὼς ἐδήλωσέν μοι ἡ σὴ εὐλάβεια περὶ τοῦ οἴνου, μὰ τὸν θεὸν ἤδη ἔσχον ἐν χρήσει ἄλλα τέσσαρα οἰνάρια. οὐκ ἠθέλησα γὰρ δοῦναι σῖτον ὑπὲρ οἰναρίων ἔλαβα ἐν χρήσει. γράψον μοι δὲ τὰ ι τῶν γραμμάτων. πολλὰ δὲ προσαγορεύω ὑμᾶς ἀπὸ μικροῦ ἕως μεγάλων. πέμψον ἡμῖν δὲ μικρὸν ἐλάδιονἐλαδιν, ἐπεὶ οὐχοὐκ ηὗρον ἐνταῦθα οὐδὲ ὁ Μηνᾶς ὁ εἰρήναρχος οὐκ ἠθέλησεν δοῦναί μοι ὑπὲρ τοῦ νομισματίου. μάθε δὲ ἡ σὴ εὐλάβεια, ὅτι οὐκ ἐδεξάμην χρυσίον παρὰ Ἰούστου τοῦ υἱοῦ σου. ἐπίδος τῷ θεοσεβεστάτῳ Μαρτυρίῳ πρεσβυτέρῳ παρὰ Ἠσαείου διακόνουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.