no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 11301.
Each record below describes this same ancient text from a different angle.
Σαβείνῳ καὶ μετόχοις δημοσίοις τραπεζίταις οἱ ὑπογεγραμμένοι δημόσιοι κτηνοτρόφοι κώμης Κερκεσούχων Ἡρακλείδου μερίδος· ἀπέχομεν παρʼ ὑμῶν τὰς ἐπισταλείσας ἡμῖν ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέως Πολέμωνος μερίδος διαδεχομένου καὶ τὰ κατὰ τὴν στρατηγίαν καὶ Πτολεμαίου βασιλικοῦ γραμματέως Θεμίστου μερίδος ὑπὲρ φορέτρωνφολέτρων πυροῦ ἀπεργασίας γενομένης ἐπὶ τῷ βασιλικῷ γενήματος ιζ ἔτους ἀρτάβας η 𐅵 γ η, τιμῆςτειμῆς ὡς τῆς ἀρτάβης ἐκ δραχμῶν η, τὰς συναγομένας ἀργυρίου δραχμὰς ἑβδομήκοντα μίανμιας τετρώβολον γίνονται δραχμαὶ οα τετρώβολον. ἐσμὲν δέ· Ἥρων Εριτος ἐτῶν ξ οὐλὴ δακτύλῳ β χειρὸς πυροῦ ἀρτάβας δ γ ιβ. Μάξιμος Μαξίμου εἰδὼς γράμματα πυροῦ ἀρτάβας δ 𐅵 κδ. εἰκονίσθη διὰ Μαρίωνος νομογράφου φαμένου τοῦ Ἥρωνος μὴ εἰδέναι γράμματα. ἔτους ιη Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Μεχεὶρ ιηιζ. Μάξιμος Μαξίμουμαξιμος ἀπέχω σὺν τῷ Ἥρωνι τὰς προκειμένας δραχμὰς ἑβδομήκοντα μίαν τετρώβολον, γίνονται δραχμαὶ οα τετρώβολον.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.