no image
DDbDP-text
Lettre administrative via HGV-meta
Linked by Trismegistos ID
TM 36525.
Each record below describes this same ancient text from a different angle.
παρά δέησις ἄρτι προσηνέχθη ἐνταῦθα παρὰ τῶν ἀπὸ Ἀφροδίτης τῆς κώμης, ὡς ἀπαιτουμένων ὑπὲρ χρυσοῦ τιρώνων νομίσματα τριάκοντα ἕξ , καὶ εἰς λόγον τῶν ἀποσταλέντων νομίσματα δώδεκα . ἀλλʼ ἰδοῦ τοίνυν, ἐπειδὴ πολλὰ ἐλεεινὰ ἔγραψαν ἐνταῦθα ὡς ἀποροῦντες καὶ μὴ δυνάμενοι ἤδη καταβάλλειν μηδὲ τὰ ἑαυτῶν δημόσια, καταξιώσῃ ἡ σὴ ἀδελφότης ἀρκεσ θῆναι εἰς λόγον μὲν χρυσοῦ τιρώνων νομίσμασι τριάκοντα , καὶ εἰς λόγον τοῦ ἀποσταλέντος μόνου τίρωνος νομίσμασιν ἕξ · σπουδὴ γάρ ἐστιν ἕκαστον πρᾶγμα πρὸς τὸ δυνατὸν ἀποθέσθαι μέτρον. ἀναβαλοῦ δὲ καταβολὴν πάντως ἕως νεομηνίας ἢ δεύτερας τοῦ μηνὸς τότε δὴ καταξιώσατε ποιῆσαι εὑρεθῆναι κατὰ ταύτην τὴν πόλιν, καὶ γράψαι μοι ν ἐποικιωτῶνἐποικειωτῶν τῶν Ἑρμουπολιτῶν. οὕτω δὲ ἀποτιθέμενος τὸ πρᾶγμα. καταξίωσον μὴ ὀχλῆσαι αὐτοῖς κατελθεῖν κατὰ ταύτην τὴν πόλιν τούτου τοῦ πράγματος ἕνεκεν, μήτε ἐᾶσαι αὐτοὺς ἐφʼ ἑτέρῳ ὀχληθῆναι ἐλθεῖν ἐνταῦθα εἰς τὴν ἀρχοντικὴν τάξιν, ὡς εἰκὸς ἕως οὗ δέξηται γράμματα ἐμά τῷ εὐδοκιμωτάτῳ κυρίῳ Ταυρίνῳ drawing σιγγουλαρίῳ χμγSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.