no image
DDbDP-text
Eusebios an Aphroditarion via HGV-meta
Linked by Trismegistos ID
TM 31822.
Each record below describes this same ancient text from a different angle.
Εὐσέβιος Ἀφροδιταρίῳ χαίρειν. ὅτι ὑγιαίνοιμεν ἀναγκαῖονἀνανκαῖον ἦν γνῶναι ὑμᾶς, εὔχομαι δὲ καὶ παρʼ ὑμῶν γράμματα λαβεῖν τὰ αὐτὰ δηλοῦντα· ἀλλὰ μὴν καὶ ὁ κύριός μου Γέσσιος συνήθως πως ἀνεδύετο. θεοῦ οὖν πα ρέχοντος ὀλίγον διατρίψαςδιατρείψας εὐεκτῶν ἀνέρχομαι πρὸς ὑμᾶς τὰ ἐρίδια ποιήσων ἀσφαλῶς κατερ γασθῆναι, ἵνα ἐκεῖθεν ἱμάτια αὐτῷ καὶ ἡμῖν κατασκευασθῇ. παρῆλθονπαρελθα δὲ τὰ μηδενὸς ἄξια· τοῦ πυρός ἐστιν. καὶ ἐ πέστειλεν ἵναεἵνα μὴ ἀμελήσῃἀμελης ἐκείνων. μάλα γὰρ ματίσας εὐτύχησαευχυχησατῷ κυρίῳ σου βίρριονβειριον ἐρεοῦνἐρειο͂ν ἀγοράσαιἀγοράσε ἕν . ἀπʼ ἐ μοῦ πολλὰ ἄσπαζε καὶ τὴν θυγατέρα Χάρμειν καὶ τὴν φιλτάτην Ἑρμιόνην, περὶ ἧς σοι καὶ κατʼ ὄψιν ἐνετειλά μην καὶ νῦν σε πάλιν ὑπομι μνῄσκω, ἀλλὰ καὶ Ἀδωραν καὶ τὸν Νικάμωνα καὶ Νίκην· ὁ Νικάμων δὲ ἐπηρέασε ἡμᾶς. οἱ ἡμέτεροι ἐρρωμένοι ἀσπάζονται ὑμᾶς. ἐρρῶσθαί σε εὔχομαι ὁλοκληροῦσανἑλοκληροῦσαν καὶ εὐτυχοῦσαν πανοικεί. Εὐσέβιος θι Ἑρμωφίλου ἐπίδος ἈφροδιταρίῳSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.