no image
DDbDP-text
Pachtangebot auf Staatsland auf Grund eines Gnadenerlasses Kaiser Hadrians vom Jahre 117 via HGV-meta
Linked by Trismegistos ID
TM 19404.
Each record below describes this same ancient text from a different angle.
Ἀπολλωνίῳ στρατηγῷ Ἀπολλωνοπολίτου ἑπτακωμίας παρὰ Ψεαθύριος νεωτέρου Ψεαθύριος καὶ Σενπαχομψάιτος νεωτέρας Ψεαθύριος τῶν ἀπὸ τῆς μητροπόλεως. τοῦ κυρίου ἡμῶν Ἁδριανοῦ Καίσαρος ὁμόσε ταῖς ἄλλαις εὐεργεσίαις στήσαντος τὴν βασιλικὴν γῆν καὶ δημοσίαν καὶ οὐσιακὴν γῆν κατʼ ἀξίαν ἑκάστης καὶ οὐκ ἐκ τοῦ παλαιοῦ προστάγματος γεωργεῖσθαι, αὐτοί τε βεβαρημένοι πολλῶι χρόνωι δημοσίοις περὶ γραμματείαν μητροπόλεως, ὁ μὲν Ψεαθῦρις νεώτερος ἀνὰ β ιβ ἄρουραι η 𐅵 ἀνὰ γ ιβ ἀρούρης η ιϛ λβ,? ἡ δὲ Σενπαχομψᾶις Ψεαθύριος ἀνὰ δ ιβ α 𐅵 η ιϛ, γίνονται ἄρουραι ι δ η, καὶ μόλις τυχόντες ταύ της τῆς εὐεργεσίας ἐπιδίδομενἐπιδίδωμεν τόδε τὸ ἀναφόριον ὑπισχνούμενοι τὰς προκειμένας ἀρούρας ι δ η ἀναλν ἑκάστης ἀρούρης πυροῦ α κδ παραδεχομέ νης ἀβρόχου καὶ ἡμισείας ἐπηντλημένης κατὰ τὸ ἔθος. ἔτους β Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Τῦβι ιε. Ψεαθύρειος νεώτερος καὶ Σενπαχομψᾶεις ο Σενπαχομψάειτος ἐπιδέδωκα ὡς πρόκειται διὰ Ἀνταῖς υἱοῦ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.