no image
DDbDP-text
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν, βασιλείας τοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαυίου Ἡρακλείου τοῦ αἰωνίου Αὐγούστου, ἔτους ϛ Παῦνι ιε τέλει τετάρτης ἰνδικτίονος ἐν Ἀρσινόῃ. Αὐρήλιος υἱὸς Δαυὶδ ἀπὸ κώμης Βουσίρεως τοῦ Ἀρσινο είτου νομοῦ τοῖς θαυμασιωτάτοις Κυριακῷ καὶ Δαμιανῷ νοτα ρίοις ὁμογνησίοις ἀδελφοῖς υἱοῖς τοῦ μακαρίου Κωνσταντίνου ἀπὸ τῆς Ἀρσινοϊτῶν πόλεως χαίρειν. ὁμολογῶ μεμισθῶσθαι παρὰ τῆς ὑμετέρας θαυμασιότητος τὰς διαφερούσας αὐτῇ ἐν πεδίῳ τῆς ἡμετέρας κώμης ἐν τόπῳ κλήρου καλουμένου ἀρούρας πέντε ἥμισυ, μετὰ παντὸς αὐτῶν τοῦ δικαίου, ἐφ’ ὅσον χρόνον βούλεται ἀπὸ καρπῶν τῆς σὺν θεῷ εἰσιούσης ε ἰνδικτίονος καὶ αὐτῆς, καὶ ἐπάναγκες ἐπιτελέσω τὰ πρὸς τὴν αὐτῶν ἐπιμέλειαν τε καὶ καλλιέργειαν ἔργα πάντα δεόντως καὶ ἀκαταγνώστως καὶ ἀκαταφρονήτως, καὶ λαβεῖν ὑμᾶς τοὺς τῶν ων καὶ ὀσπρέων καὶ χόρτων καὶ συνηθειῶν καθ’ ὁμολ ογίαν καρποὺς ἀπὸ τῶν ἐμῶν πεντεαρουρῶν τῶν ἐκ λιβὸς τῶν προδεδηλωμένων ἀρουρῶν. εἰ δὲ καταγνωσθῶ ενικλ ισει ἐργάτῃ ἐπαφείωντας εἰς τὸ χλωρὸν ἄνευ γεωργίας ἀκυλάντως. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος στοιχεῖ μοι πάντα τὰ προγεγραμμένα ὡς πρόκειται. di emu Cosma eprachth signature δι’ ἐμοῦ Κοσμᾶ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.