no image
DDbDP-text
Rapport des comptes des dépenses pour les anciens du village de Philadelphie via HGV-meta
Linked by Trismegistos ID
TM 11235.
Each record below describes this same ancient text from a different angle.
Κοπρῆς Τροφίμου καὶ Ἀπῦγχις Πανετβηούιος καὶ ὈννῶφριςὈννο͂φρις Νεμεσᾶ καὶ Ἐπίμαχος ἀπάτωρ μητρὸς Κοπρίλλης καὶ Ψάρος Πετερμούθεως καὶ οἱ λοιποὶτων λοιπων πρεσβύτεροι κώμης Φιλαδελφείας Σαραπίωνι Τεσενούφιος κοινωνῷκοινωνος ἡμῶν χαίρειν. ἐσχήκαμεν παρὰ σοῦ τοῦ ὅλου χρόνου ἡμῶν εἰς λόγον δαπάνης καὶ ὀψωνίου γραμματέωςγραμματευς καὶ πασῶν δαπανῶν ἀργυρίου δραχμὰς ἑπτακοσίας , τῶν ἀπὸ Ἐπεὶφ α ἔτους ἕως Μεσορὴ τοῦ εἰσιόντος ἔτους, κατὰ μῆνα τὸ αἱροῦν ἐξ ἴσου. Μεσορὴ ιϛ δραχμὰς ἑκατὸν εἴκοσι ὀκτώ , Θὼθ κδ ἄλλας δραχμὰς ἑξήκοντα , Φαῶφι ὁμοίως ἄλλας δραχμὰς τεσσαράκοντατεσσεράκοντα , Ἁθὺρ α ἄλλας δραχμὰς ἑκατόν , Χοιὰκ ἄλλας δραχμὰς τεσσαρά κοντατεσσεράκοντα ὀκτώ , Τῦβι ἄλλας δραχμὰς ἑκατὸν εἴκοσι , Μεχεὶρ ϛ ἄλλας δραχμὰς ἑξήκοντα , Φαμενὼθ δ ἄλλας δραχμὰς ἑκατόν , Φαρμοῦθι ἄλλας δραχμὰς εἴκοσι τέσσαραςτέσσαρες , Παχὼν ἄλλας δραχμὰς εἴκοσι πλῆρες. ἐὰν δέ τις ἡμῶν ηων σοι τὰς προκιμένας δραχμὰς . Διόσκορος Ἡρᾶ ἐποίησαἐπόησα τὸ προκείμενον σῶμα καὶ ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων ὄντων. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς ΣεβαστοῦSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.