no image
DDbDP-text
Contrat de vente de blé avec paiement anticipé via HGV-meta
Linked by Trismegistos ID
TM 38401.
Each record below describes this same ancient text from a different angle.
ἔχω ἐγὼ Θωμᾶς υἱὸς Ἀνοῦπ ἀπὸ ἐποικίου Ἐμβόλου τοῦ Ἀρσινοίτου νομοῦ, σοὶ Παύλῳ χρυσοχόῳ υἱῷ Θεοδώρου ἀπὸ τῆς Ἀρσινοιτῶν πόλεως, καὶ πεπληρῶσθαι τὴν τιμὴν σίτου εὐαρέστου ἀρταβῶν τεσσάρων, σίτου ἀρταβῶν δ. τὴν δὲ ἀπόδοσιν αὐτῶν ποιήσομαί σοι τῷ Ἐπεὶφ μηνὶ μέτρῳ δικαίῳ ἐν τῷ ἐποικίῳ ἀπὸ τῶν ἐνισταμένων καρπῶν δεκάτης ἰνδικτίωνος, εἰ δὲ ἀγνωμονήσω, ἐξουσίαν σε ἔχειν ἀπαιτῆσαι με ὑπὲρ τιμῆς καρπῶν χρυσίου νομισματίου ἥμισυ ὡς νομιτεύεται, γίνεται χρυσίου νομισματίου 𐅵 ὡς νομιτεύεται. ἐγράφη μηνὶ Τῦβι ια θ ἰνδικτίωνος. διʼ ἐμοῦ Ἠλία συμβολαιογράφου ἐτελειώθη.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.