no image
DDbDP-text
Contracts, deeds of sale, etc. via HGV-meta
Linked by Trismegistos ID
TM 21014.
Each record below describes this same ancient text from a different angle.
Ἀὐρήλιος Ἀπολλωνίδης Αὐρηλίας Απ εως Αὐρηλ ωτίωνος ἀπὸ τῆς Ἀντινοέων πόλεως ὁμολογῶ πεπρακέναι σοι ἀπὸ τοῦ νῦν εἰς τὸν ἀεὶ χρόνον κληρ ἰδιωτικῆς ἀρούρας νότου γύης βορρᾶ Διονύσου ἀπηλιώτου γικον χῶμα λιβὸς τὰ λ ας ὑπὲρ ἀρουρῶν ἑπτὰ τετάρτου δραχμὰς χιλίαςχειλίας αὐτόθ ἀπέσχον ἐκ πλήρους διʼ ὃ ἀπὸ τοῦ νῦν κρατεῖν σε καὶ κυριεύειν σὺν ἐκγόνοις καὶ τοῖς παρὰ σοῦ μεταλημψομένοις τῶν πα ραχωρουμένων ἀρουρῶν καὶ χρᾶσθαι καὶ οἰκονομεῖν ἅσπερ καὶ παρέξομαι σοι βεβαίας διὰ παντὸς ἀπὸ πάντων πάσῃ βεβαιώσει καὶ καθαρὰς ἀπὸ οὐσιακῆς γῆς καὶ παντὸς καὶ ἀπεργασίας καὶ ὑδροφυλακίας χωμάτων καὶ ς καὶ ἀπὸ δημοσίας ων παντοίων τῶν ἕως ἐπαγομένων καὶ αὐτῶν ἐπαγομένων τοῦ ἐνεστῶτος ἔτους διὰ τὸ τὰ ἀπὸ τοῦ εἰσιόντος ἔτους τούτων πρόσφορα εἶναι σοῦ τοῦ παρα χωρουμένου πρὸς ὃν καὶ εἶναι τὰ ἀπὸ τοῦ αὐτοῦ εἰσιόντος ἔτους παντοῖα τελέσματα. κυρία ἡ γραφ εῖσα ἣν ὁπηνίκα ἐὰν αἱρῇ δημοσιώσεις διὰ τὸ καταλογ είου οὐ προσδεόμενος τῆς ἐμῆς μεταλήμψεως διὰ τὸ ἐντεῦθεν εὐδοκεῖν με τῇ ἐσομενῇ δημοσιώσει περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς γενέσθαι ἐπερωτηθεὶς ὑπὸ σοῦ ὡμολόγησα. ἔτους Αὐτοκρατόρων Καισάρων Πουπλίου Λικιννίου Οὐαλεριανοῦ καὶ Πουπλίου Λικιννίου Οὐαλεριανοῦ Γαλλιήνου Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν Αὐρήλιος Ἀπολλωνίδης Ἀπολλωνιδπρα ατα γὰρ ου επέγραψα πα ρακεχώρηται καὶ ε ἀρού ρας ὡς πρόκειται καὶ εὐδοκῶ τῇ ἐσομένῃ δημοσιώσει ?Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.