no image
DDbDP-text
Lettera di Theoninos a Didymos via HGV-meta
Linked by Trismegistos ID
TM 31149.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιος Θεωνεῖνος Διδύμωι τῶι τιμιωτάτωι χαίρειν. ἐγὼ δὲ οὐ μιμήσομαίμειμήσομαί σε οὐδὲ τὰς ἀ πανθρώπους σου ἐπιστολὰς, ἀλλʼ ἐπι στέλλω ὡς Θεωνεῖνος πάλιν Διδύ μῳ. καὶ γὰρ καὶ πολλάκις μου ἐπιστεί λαντός σοι καὶ χάρτας ἐπιστολικοὺς ἀπο στείλαντος, ἵνʼ εὐπορῇς τοῦ γράφειν μοι, σὺ οὐδὲ ὅλως ἠξίωσας καθʼ ὁντι νοῦν τρόπον μεμνῆσθαί μου· ἀλ λὰ δηλονότι πλούτῳ γαυρωθεὶς καὶ πολλῇ χρημάτων περιουσίᾳ ὑπερη φανεῖς τοὺς φίλους. μὴ δὴ πρὸς Θεω νεῖνον τὸν ἀδελφὸν τοιοῦτος γί νου, ἀλλὰ γράφε συνεχέστερον ἡ μῖνἡμεῖν ἐπιστολὰς, ἵνα καὶ διὰ τῶν γραμμάτων ὁ φίλος εὐπορῇ μανθά νων τὰ σοῦ ὅτι γὰρ παρὰ τῶν πρὸς ἡμὰς ἐρχομένων πολυπραγμονῶν ἑκάστοτε περὶ τῆς ὑγιείαςὑγείας σου πυνθά νομαι, τοῦτο οὐδὲ σὺ ἀγνοεῖς. τὸν πα τέρα ἡμων Σουχίωνα προσαγορεύωπροσαγόρευε. Διδύμωι φίλωι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.