no image
DDbDP-text
Corrispondenza heroniniana - Ninnos via HGV-meta
Linked by Trismegistos ID
TM 11083.
Each record below describes this same ancient text from a different angle.
Νίννος Ἡρωνίνῳ τῷ φιλτά τῳ χαίρειν. εἰς τοσαύτην ἀτυχίαν ἦλθες τοσαῦτα λήμματα ἀναλίσκων ὡς μὴ ἔχειν σε ἀρτάβην μίαν λωτινοῦ. τὴν μὲν οὖν ἀρτά βην ἐν τοσούτῳ σοι ἔπεμψα. ἴσθι δὲ ὅτι ἐὰν μὴ σεαυτῷ τοῦ παν τὸς προνοήσῃς σεαυτῷ μεγά λην ἀτυχίαν ἐνποιῇἐνποίησει. καὶ Ἡ ρᾶς δὲ ὁ τῆς ΜύρωνοςΜυρόλιοσ φροντι στὴς ᾐτιάσατό σε ὡς ὀφειλόν τος ἀπὸ τιμῆςτειμῆς καλάμου ἔτι ἀπὸ τοῦ Μεχεὶρ μηνὸς δραχμὰς ἑκατὸν ἑξή κοντα γίνονται δραχμαὶ ρξ καὶ ὑπὸ τῶν τὸν κάλαμον πωλησάντων πολ λὰ ὀχλούμενον. φρόντισον οὖν τὰς δραχμὰς αὐτῷ πέμψαι. β ἔτους Θὼθ ιϛ. ἐρρῶσθαί σε εὔχομαι φίλτατε ἵνα μὴ καὶ ἐν τούτῳ ἐν αἰτίᾳ γένῃSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.