no image
DDbDP-text
Corrispondenza heroniniana - Alypios via HGV-meta
Linked by Trismegistos ID
TM 10980.
Each record below describes this same ancient text from a different angle.
παρὰ Ἀλυπίου. σὺν θεῷ φάναι προσδόκα ἡμᾶς τῇ κγ πρὸς σὲ γεινο μένουςτεινομενουσ. ἧς ὥρας οὖν λαμβάνεις μου τὰ γράμματα τὸ βαλανεῖον παντὶ τρόπῳ ποίησον ὑποκαυθῆ ναι καὶ δοκοὺς εἰς αὐτὸ παρενεχθῆναι ποιήσας καὶ ἄχυρον πανταχόθεν συλλέξας ἵνα θερ μῶς λουσώμεθα χειμῶνος ὄντος. καὶ γὰρ προῃ ρήμεθα παρὰ σοὶ καταχθῆναι ἐπεὶ καὶ τὰ ὑπόλοι πα χωρίδια ἐπιθεωρεῖν μέλλομεν καὶ τὰ παρὰ σοὶ διατάξαι. καὶ τὴν ἄλλην μέντοι πᾶσαν ὑπη ρεσίαν φρόντισον ἔχειν, πρὸ δὲ πάντων χοιρίδιον καλὸν διὰ τοὺς σὺν ἡμῖνἡμεῖν ὄντας· ἀλλὰ καλὸν πάλιν ἔστω μὴ ὡς πρώην καὶ λεπτὸν καὶ ἄχρηστον. πέμψον δὲ καὶ ἐπὶ τοὺς ἁλιέαςἁλεεις ἵνα ἰχθὺν κομίσωσι ἡμῖν. ἀπέστειλα δέ σοι γράμματα πρὸς Ὡρείωνα ἵνα σοι ἀποστείλῃ χόρτου δέσμας πεντακοσίας . καὶ πάλιν αὐτῷ τὸν ἴσον ἀπο δώσεις· τὰ γὰρ ἐργατικά μου κτήνη χλωρὸν ἐσθί ει. καὶ πάντως περισσό τερον χλωρὸν χόρτον ποίησον ἐνεχθῆναι ἵνα καὶ αὐτὰ τὴν αὐτάρκη τροφὴν ἔχῃ. πέμψον οὖν ἐπὶ τὸν χόρτον πάντως σήμερον. ἐρρῶσθαί σε εὔχομαι. σεσημείωμαι Ἡρωνείνῳ φροντιστῇ. ἔτους γ Τῦβι κβ PFlor 2,127,v reprinted in PFlor 1,76Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.