no image
DDbDP-text
Locazione d’opera (mietitori) via HGV-meta
Linked by Trismegistos ID
TM 23591.
Each record below describes this same ancient text from a different angle.
ει Καίσαρος τοῦ κυρίου ἀρούρας πεντηκοντατέσσαρας· γίνονται ἄρουραι νδ, ἑκάστῳ ἄρουραι ϛ· καὶ δώσεις ἡμῖν ὑπὲρ μισθοῦ θερισμοῦ ἑκάστης ἀρούρης πυροῦ ἥμισυ τρίτον· γίνεται ἑκάστης ἀρούρης πυροῦ 𐅵 γ· καὶ μετρήσεις ἡμῖν μετὰ τὸν θερισμὸν τῶν προκειμέ νων ἀρουρῶν τοὺς προκείμενους μισθούς, ἐφʼ ᾧ ἀναλέξῃς σὺ ὁ Εὐδαίμων τὰ δράγματα· καὶ χορηγήσεις ἡμῖν ὕδωρ εἰς πιεῖνπεῖν ἄχρι οὗ ἐκβῶμεν τοῦ θερισμοῦ τῶν αὐτῶν ἀρουρῶν· ἐφʼ ᾧ, ἐ ὰν ἀργήσῃ ποτὲἀργήσηται εἷς ἐξ ἡμῶν, ἐπάναγκον στήσωμεν ἀντʼ αὐτοῦ ἐν τῇ αὐτῇ ἡμέρᾳ. τὸν δὲ προκείμενον πυρὸν μετρήσεις ἡμῖν μέτρωι ἈθηναίῳἈθηναῖο ἑκτημόρωι, καὶ δώσεις ἡμῖν τῇ ἐσχάτῃ ἡμέρᾳ ζύ του κεράμιον ἕν . ἀρξώμεθα δὲ τοῦ θερισμοῦ ἐπάναγκον τῇ τριακάδι τοῦ ἐνεστῶτος μηνὸς Φαρμοῦθι τοῦ ἐνεστῶ τος δεκάτου ἔτους. ὑπὲρ δὲ τῆς εὑρεθησομένης ἐν σπόρωι με τρήσεις ἡμῖν, καθὼς πρόκειται, ἑκάστης ἀρούρης πυροῦ 𐅵 γ. ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος μηνὸς Νερωνείου σεβαστοῦ κε ΘέωνSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.