no image
DDbDP-text
Lease of a Monopoly via HGV-meta
Linked by Trismegistos ID
TM 10883.
Each record below describes this same ancient text from a different angle.
Κερκεθοήρεως δραχμαὶ π. Φίλωνι καὶ Σαβείνωι ἐπιτηρηταῖς πλίνθου νομοῦ παρὰ Σανεσνέως τοῦ Ὀρσεῦτος τῶν ἀπὸ κώ μης Ναρμούθεως Πολέμωνος μερίδος. ἐπιχωρηθείσης μοι πρὸς μόνον τὸ ἐνεστὸς πεντεκαιδέκατον ἔτος Αὐτοκράτορος Καίσαρος Νερούα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ τῆς πλιν θοποιίας καὶ πλινθοπωλικῆς καὶ ἑτέροις ἐπιχωρηθεὶς διδόναι κώμης Κερκεθοήρεως τῆς αὐτῆς μερίδος καὶ τῶν ταύτης ἐποι κίων καὶ πεδίων, ὑφίσταμαι τε λέσειν φόρον ἀργυρίου δραχμὰς ὀγδοήκοντα καὶ τὰτων τούτων προσ διαγραφόμεναπροσδιαγραφομενων καὶ ἑκατοστὰςἑκατοστων καὶ κηρυκικάκηρυκικων, ὧν καὶ τὴν ἀπόδοσιν ποιήσομαι κατὰ μῆνα ἀπὸ μηνὸς Σεβαστοῦ ἕως Καισαρείου ἐξ ἴσου, ἐὰν φαίνηται ἐπιχωρῆσαι. Σανεσνεὺς ἐτῶν ξ οὐλὴ γόνατι ἀριστερῷ Κάστωρ νομογράφος εἰκόνικα φαμένου μὴ εἰδέναι γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.