no image
DDbDP-text
Notice of Birth via HGV-meta
Linked by Trismegistos ID
TM 10845.
Each record below describes this same ancient text from a different angle.
Σωκράτῃ καὶ Διδύμῳ τῷ καὶ Τυράννῳ γραμματεῦσι μητροπόλεως παρὰ Ἰσχυρᾶτος τοῦ Πρωτᾶ τοῦ Μύσθου μητρὸς Τασουχαρίου τῆς Διδᾶ ἀπὸ ἀμ φόδου Ἑρμουθιακῆς καὶ τῆς τούτου γυ ναικὸς Θαισαρίου τῆς Ἀμμωνίου τοῦ Μύσθου μητρὸς Θαισᾶτος ἀπὸ τοῦ αὐτοῦ ἀμφόδου Ἑρμουθιακῆς. ἀπογραφόμεθα τὸν γεννηθέντα ἡμῖνἡμεῖν ἐξ ἀλλήλων υἱὸν Ἰσχυρᾶν καὶ ὄντα εἰς τὸ ἐνεστὸς ιδ ἔτος Ἀντωνείνου Καίσαρος τοῦ κυρίου ἔτους α· διὸ ἐπιδίδωμι τὸ τῆς ἐπιγενήσεως ὑπόμνημα. Ἰσχυρᾶς ἐτῶν μδ ἄσημος. Θαισάριον ἐτῶν κδ ἄσημος. ἔγραψεν ὑπὲρ αὐτῶν Ἀμμώνιος νομογράφος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.