no image
DDbDP-text
Sale of a Vineyard via HGV-meta
Linked by Trismegistos ID
TM 10748.
Each record below describes this same ancient text from a different angle.
ἀντίγραφον ὁμολογίαςὁμολογείας. ἔτους ια Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς ΔαισίουΔασίου κα Φαρμοῦθι κα ἐν Πτολεμαείδι Δρυμοῦ τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Ἄρειος Ἀρείου ἐτῶν με οὐλὴ ἀντικνημίῳ δεξιῷ α ὡς ἐτῶν β οὐλὴ γόνατι ἀριστερῶι μετὰ κυρίου τοῦ ἀνδρὸς Λυσιμάχου τοῦ Διδύμου ὡς ἐτῶν λε οὐλὴ μετόπῳ ἐκ δεξιῶν πεπρακέναι αὐτῆι τὸν ὁμολογοῦντα κατὰ τήνδε τὴν ὁμολογίανὁμολογείαν ἀπὸ τῆς νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὴν ὑπάρχουσαν αὐτῷ Ἀρείωι περὶ Κερκῆσιν τῆς Πολέμωνος μερίδος γῆς ἀμπελίτιδοςἀμπελίδιτος ἄρουραν μίαν ἢ ὅσηὁσηι ἐὰν ἦι καὶ πρὸς ταύτηι ἐπιβολῆς ὄγδοονὀγοδον ἀρούρης μετὰ τῶν συνκυρόντων πάντων, τοῦ ἐν αὐτῆι ὑποδοχείου κατὰ κοινὸν τοῦ περὶ Κερκῆσιν ἐδάφους καὶ πρὸς ἀναβολῆς καὶ θήρας ἰχθύας πρὸς τὸν γειτνιῶντα Ἀμμώνιον διὰ τὸ μίαν εἶναι σφραγῖδασφραγειδαν τῶν δύο ἀρουρῶν, ἐωνῆσθαι δέ, ὡς φάσκειφάσκι ὁ Ἄρειος, ἔτι πάλαι ἐπὶ τούτοις. γείτονεςγείτωνες τῆς προδεδηλωμένης ἀρούρης νότου διῶρυξ διʼ ἧς ποτίζεται ἡ ἄρουρα, βορρᾶ ὁδὸς δημοσία, λιβὸςλειβὸς ἡ προδεδηλωμένηπροδεδηλομένη τοῦ Ἀμμωνίου ἄρουρα, ἀπηλιώτου τέκνα Σαραπίωνος τοῦ Ἀχιλλέως καλαμίᾳ· καὶ ἀπέχειν ἐκ πλήρους ἀργυρίου δραχμῶν ἑπτακοσίων ἑξήκοντα διὰ τῆς Διδύμου τραπέζηςτραπαίζης ίου. βεβαιοῖ πάσῃπάσι βεβαιώσειβεβαιώσι αὐτῇ καθαρὰν ἀπὸ μὲν δημοσίων τελεσμάτων πάντων σιτικῶν τε καὶ ἀργυρικῶν καὶ κατακριμάτωντακρημάτων πάντων καὶ παντὸς εἴδους ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τοῦ ἐνεστῶτος ἑνδεκάτου ἔτους καὶ αὐτοῦ τοῦ ἑνδεκάτου ἔτους Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ διὰ τὸ τὰ ἐπέτειαἐφέτια ἐκφόρια εἶναι τοῦτοιἈρείου, ἀπὸ δὲ ἰδιωτικῶνἰδιοτικῶν καὶ πάσης ἐνποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον. τὰ ἄλλα ἀκολούθως.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.