no image
DDbDP-text
Registration of Sale of Catoecic Land via HGV-meta
Linked by Trismegistos ID
TM 10741.
Each record below describes this same ancient text from a different angle.
ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαμενὼθ κα ἐν ΤεπτύνειΤεπτύνι τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογεῖ ΔιδύμηΔιδυμηι Λυσιμάχου τοῦ Λυσιμάχου ὡς ἐτῶν οε οὐλὴ ὀφρύι ἀριστερᾷ μετὰ κυρίου τοῦ υἱοῦ αὐτῆς Οὐαλερίου Ἡρακλείδου ὡς ἐτῶν μϛ οὐλὴ γόνατι δεξιῶι Λυσιμάχωι Διδύμου τοῦ Λυσιμάχου ὡς ἐτῶν ξη οὐλὴ γόνατι δεξιῶι παρακεχωρηκέναι αὐτῶι Λυσιμάχωι ὥστε καὶ ἐκγόνοιςἐγγόνοις αὐτοῦ καὶ τοῖς παρʼ αὐτῶν ἀπὸ τῆς προγεγραμμένης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον ἀπὸ τῶν ὑπαρχουσῶνὑπαρχοντῶν αὐτῆι Διδύμηι περὶ κώμην Ἰβιῶνα ΕἰκοσιπενταρούρωνΕἰκοσιπεντεαρουρου τῆς προγεγραμμέ νης μερίδος πρότερον Ἡρακλείδου Μάρωνος καὶ ἐπικεκληρωμένωνἐπικεκληκοτων αὐτῆι ἐκἐγ διαιρέσεως, ἧς ἀνήνεγκεν πρὸς γ κοινωνοὺς τῷ γ ἔτει Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου μηνὶ Παχὼν κη διὰ τοῦ ἐνθάδε γραφείου, ἀρουρῶν δέκα ἡμίσους ἑκκαιδεκάτου καὶ ἐπιβολῆς κώμης τετάρτου ἀρούρης τῶν ἐπὶ τὸ αὐτὸ ἀρουρῶν δέκα ἡμίσους τετάρτου ἑκκαιδεκάτου , τὰς ἐκ τοῦ πρὸς βορρᾶ μέρους τούτων λιβὸς ἐπʼ ἀπηλιώτην κλήρου κατοικικοῦ ἀρούρας πέντε ἥμισυἡμισους τετρακαιεξηκοστὸντετρακαιεξηκοστου ἐπιβολῆς ὄγδοονὀγδοου ἀρούρης τὰς ἐπὶ τὸ αὐτὸ ἀρούρας πέντε ἥμισυ ὄγδοον τετρακαιεξηκοστὸν καὶ ἐπὶ ταῖς ἐξ αὐτῶν γεινομέναις τοῦ ἐνεστῶτος ζ ἔτους προσόδοις πάσαις καὶ τὸ ἐπιβάλλονἐπιβάλον ταῖς παρακεχωρημέναις ἀρούραις τέταρτον μέρος τοῦ ὄντος πυργομαγδῶλος. ἀπὸ δὲ τῶν παρακε χωρημένων παρέξει ὁ Λυσίμαχος ταῖς λοιπαῖςλοιπᾶς ταῖς ἀπὸ νότου τῆς Διδύμης ἀρούραις ψυγμὸν ἐκ τοῦ πρὸς νότουνοτον ἐπʼἐξʼ ἀπηλιώτην μέρους τοῦ μαγδῶλος ἀμμάτων ἐνβαδικῶν τεσσάρων εἰς ην καὶ συνκομιδὴν τῶν ἐν αὐταῖςταῖς σπαρησομένων. γείτονεςγίτονες δὲ τῶν παρακεχωρημένων ἀρουρῶν καθὼς ἐκ συμφώνουεξυμφώνου ὑπηγόρευσαν νότου αἱ λοιπαὶ τῆς Διδύμης ἄρουραι, βορρᾶ καὶ Λυσιμάχου καὶ Ἀρείου τῶν τριῶν Ἀπολλωνίου κλῆρος, λιβὸς γύης δημόσιος μεθʼ ὅν ἐστιν διῶρυξ, διʼ ἧς ποτίζονταιποτίσζονται αἱ παρακεχωρημέναι ἄρουραι, ἀπηλιώτου ἑτέρα διῶρυξ αντα δὲ εφʼ οἷς ἐπεκράτησεν ἡ ΔιδύμηΔιδυμηι ἐπιποτισμοῖς ἀκολούθως τῆι προγεγραμμένηι διαιρέσει, κυρίας δὲ εἶναι καὶ τὰς διὰ τῶν καταλοχισμῶνκαταλοχεισμῶν τῶν κατοίκων . καὶ ἀπέχειν τὴν ὁμολογοῦσαν Διδύμην παρὰ τοῦ Λυσιμάχου τὸ ἑσταμένον παραχωρητικὸν κεφάλαιον τῶν παρακεχωρημένων σὺν ἐπιβολῆι ἀρουρῶν πέντε ἡμίσους τετρακαιεξηκοστοῦ ἐκ πλήρους ἀργυρίου δραχμὰς δισχιλίαςδισχειλίας παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσειν αὐτήν τε Διδύμην καὶ τοὺς παρʼ αὐτῆς τῶι Λυσιμάχωι καὶ τοῖς παρʼ αὐτοῦ τὰ παρακεχωρημένα ὡς πρόκιται πάσηι βεβαιώσει, ἃ καὶ παρέξεσθαιπαραεξασθαι ἀνέπαφα καὶ ἀνενεχύραστα καὶ ἀνεπιδάνεισταἀνεπιδάνιστα καὶ καθαρὰ ἀπὸ μὲν δημοσίων τελεσμάτων πάντων, ἀρταβιῶν ναυβίων καὶ παντὸς δημοσίου εἴδους ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τοῦ διεληλυθότος ἕκτου ἔτους καὶ αὐτοῦ τοῦ ἕκτου, ἀπὸ δὲ ἰδιωτικῶνεἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως διὰ παντός, καὶ πρὸς τε τὰ προκείμενα μηδὲν ἐνκαλέσειν μηδὲ ἀμφισβητήσειν μηδὲ ἐπελεύσεσθαιἐπελεύσασθαι, ἐὰν δὲ ἐπέλθῃ ἢ ἐνκαλέσηι, ἡ ἔφοδος καὶ ἔνκλησις ἄκυρος ἔστω καὶ ἀποτείσειν τὴν Διδύμην τῷ Λυσιμάχωι τοῦ μὴμὴι βεβαιοῖν ἢ μὴ παρέχηται παραχρῆμα ὅ τε εἴληφεν παραχωρητικὸν κεφάλαιον μεθʼ ἡμιολίαςἡμιωλείας καὶ τὰ βλάβη διπλᾶ καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίαςχειλίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσαςεἴσας καὶ μηδὲν ἧσσον, χωρὶς τοῦ τὰ ὡμολογημέναὁμολογημένα κύρια εἶναι καὶ ἀμετακίνηταἀμετακείνητα διὰ παντός τελεσθῆι. ἡ παραχώρησις κυρία ἔστωἔστωι. ἀναγέγραπται διὰ Λουρίου τοῦ καὶ Ἀπολλωνίου τοῦ πρὸς τῶι γραφείωι κώμης Τεπτύνεως καὶ Κερκεσούχων Ὄρους ἔτους ἑβδόμου Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Φαμενὼθ κζ. Διονυσίωι καὶ Ἡρακλείδηι γεγυμνασιαρχηκόσι βιβλιοφύλαξιν ἐνκτήσεων Ἀρσινοΐτου παρὰ Λυσιμάχου Διδύμου τοῦ Λυσιμάχου ἀναγραφομένου ἐπʼ ἀμφόδου Θαραπίας. χωρὶς ὧν ἀπεγραψάμην διὰ τῶν προτέρων προσαπογράφομαι καὶ ἃς παρακεχώρημαιπαραεχώρημαι διʼ ὑμῶν τῇ ἐνεστώσηι ἡμέρᾳ παρὰ Διδύμης Λυσιμάχου τοῦ Λυσιμάχου ἀναγραφομένης ἐπʼ ἀμφόδου Ταμείων ἀπογεγραμμένης τοῖς προτέροις κλήρου κατοικικοῦ ἀρούρας πέντε ἥμισυ τετρακαιεξηκοστὸν καὶ ἐπιβολῆς ὄγδοον τὰς ἐπὶ τὸ αὐτὸ ἀρούρας πέντε ἥμισυ ὄγδοον τετρακαιεξηκοστὸν ἐκ τοῦ πρὸς βορρᾶ μέρους διατεινούσαςδιατινουσαν λιβὸςλίβα ἐπʼ ἀπηλιώτην ἀπὸ ἀρουρῶν δέκα ἡμίσους τετάρτου ἑκκαιδεκάτου περὶ Ἰβιῶνα Εἰκοσαπεντε αρούρων καθαρῶν ἀπὸ ὀφειλῆς πάσης καὶ διενγυήματος, παραχωρητικοῦ κεφαλαίου δραχμῶν δισχιλίωνδισχειλίων . διὸ ἐπιδίδωμι τὴν ἀπογραφήν. γεγυμνασιαρχηκὼς διὰ Ἀπολλωνίου γραμματέως. κατακεχώρισται. ἔτους ἑβδόμου Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Φαμενὼθ κζ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.