no image
DDbDP-text
Loan of Money via HGV-meta
Linked by Trismegistos ID
TM 10740.
Each record below describes this same ancient text from a different angle.
ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Σεβαστοῦ εἰκάδι ἐν ΤεβτύνειΤεβτύνι τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογεῖ Ἡρακλείδης ὁ καὶ Οὐαλέριος Ἡρακλείδου τοῦ Μάρωνος ἀναγραφόμενος ἐπʼ ἀμφόδου Ταμείων Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν τεσσεράκοντα ἕξ , οὐλὴ γόνατι ἀρισ τερῷ, Ταμύσθᾳ Διδύμου τοῦ καὶ Μυσθαρίωνος ὡς ἐτῶν τριάκον τα πέντε ἀσήμῳ μετὰ κυρίου τοῦ ἀνδρὸς Λυσιμάχου τοῦ Ἀπολλωνίου ὡς ἐτῶν τριάκοντα ὀκτώὀκτώι , οὐλὴ ποδὶ δεξιῷ, ἔχειν παρʼ αὐτῆς Ταμύσθας παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου χρῆσιν ἔντοκον ἀργυρίου ἐπισήμου κεφαλαίου δραχμὰς διακοσίας δέκα δύο καὶ ἐπάναγκον τὸν ὁμολογοῦντα Ἡρακλείδην τὸν καὶ Οὐαλέριον ἀποδώσεινἀποδώσιν τῇ Ταμύσθᾳ τὰς τῆς χρήσεως ἀργυρίου κεφαλαίου δραχμὰς διακοσίας δέκα δύο καὶ τοὺς τόκους τῇ εἰκάδι τοῦ Τῦβι μηνὸς τοῦ ἐνεστῶτος ἑβδόμου ἔτους ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίαςεὑρησιλογείας, ἐὰν δὲ μὴ ἀπο δῷ καθʼ ἃ γέγραπταιγεγαπται, ἀποτεισάτωἀποτισάτω ὁ Ἡρακλείδης ὁ καὶ Οὐαλέριος τῇ Ταμύσθᾳ τὸ μὲν προκίμενον κεφάλαιον μεθʼ ἡμιολίας, τοὺς δὲ τόκους ἁπλοῦς, γεινομένης τῇ Ταμύσθᾳ τῆς πράξεως ἔκ τε τοῦ Ἡρακλείδου τοῦ καὶ Οὐαλερίου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων. Ἡρακλείδης ὁ καὶ Οὐαλέρις Ἡρακλείδου τοῦ Μάρωνος ἀπὸ Ταμείων ὁμολογῶ ἔ χειν παρὰ Ταμύσθας τῆς Διδύμου τοῦτο καὶ Μυσθαρίωνος διὰ χειρὸςχιρὸς ἐξ οἴκουὔκου χρῆσιν ἔντοκον ἀργυρίου κεφαλαίου δραχμὰς διακοσίας δέκα δύο , ἃς καὶ ἐπάναγκον ἀποδώσω τῇ εἰκάδι τοῦ ΤῦβιΤοῖβι μηνὸς τοῦ ἐνεστῶτος ἑβδόμου ἔτους ἀνυ περθέτως, γεινομένης αὐτῇ τῆς πράξεως ἔκ τʼ ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόν των μοι πάντων καθὼς πρόκειται. Ταμύσθα μετὰ κυρίου τοῦ ἀνδρὸς Λυσιμάχου γέγονε εἴς με ἡ ὁμολογία καθὼςκαθὸς πρόκιται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.