no image
DDbDP-text
ἔτους κθ Μεσορὴ ιγ, πυροῦ ἀρτάβαι ἐνακοσίαι γίνονται ϡ. ἔτους κθ Μεσορὴ ιγ. ὁμολογεῖ Ἑρμίας ναύκληρος τοῦ τῶν Ἀράβων κερκούρου ἀγωγῆς ἐνακοσίων οὗ μισθωτὴς ὁ αὐτὸς ἐμβεβλῆσθαι ἐπὶ τοῦ κατὰ τὴν Καινὴν ὅρμου ὥστʼ εἰς Ἀλεξάν δρειαν εἰς τὸ βασιλικὸν ἀπὸ τῶν γενημάτων τοῦ αὐτοῦ ἔτους παρεσταμένον δὲ διὰ Σαραπίωνος τοῦ παρὰ Θεοδώρου μισθωτοῦ τινῶν πλοίων τῶν τῆς βασιλίσσης παρὰ Διο νυσίου τοῦ σιτολογοῦντος τὸ περὶ Ὀξύρυνχα ἐργαστή ριον πυρῶν ἀρτάβας ἐνακοσίας, γίνονται πυρῶν ἀρτάβαι ϡ μέτρωι δοχικῶι τῶι συνβεβλημένωι πρὸς τὸ χαλκοῦν καὶ σκυτάλῃ δικαίᾳ καὶ οὐθὲν ἐνκαλῶ. ἔγραψεν ὑπὲρ αὐτοῦ Ἀπολλώνιος Διδύμου Ἀλεξανδρεὺς τῆς Τρωιάδος ἀξιωθεὶς διὰ τὸ αὐτὸν φάσκειν γράμματα μὴ ἐπίστασθαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.