no image
DDbDP-text
ἔτους κθ Παῦνι κϛ, πυρῶν ἀρτάβας πεντακοσίας . ἔτους κθ Παῦνι κϛ. ὁμολο γεῖ Διονύσιος ναύκληρος τοῦ Ἀρχεδήμου καὶ Ἀνδρο μάχου κερκούρου ἀγωγῆς πεντακοσίων τετταράκοντα ἐμβεβλῆσθαι ἐπὶ τοῦ κατὰ τὴν Καινὴν ὅρμου ὥστε εἰς Ἀλεξάνδριαν εἰς τὸ βα σιλικὸν ἀπὸ τῶν γενημά των τοῦ ἔτους κθ παρεστα μένον δὲ διὰ Σαραπίωνος τοῦ παρὰ Θεοδώρου μισθω τοῦ τινῶν πλοίων τῆς βα σιλίσσης παρὰ Διονυσίου τοῦ σιτολογοῦντος τὸ πε ρὶ Ὀξύρυγχα ἐργαστήριον πυρῶν ἀρτάβας πεντακο σίας, γίνονται πυρῶν ἀρτάβαι φ μέτρωι δοχικῶι τῶι συν βεβλημένωι πρὸς τὸ χαλκοῦν καὶ σκυτάλῃ δικαίᾳ καὶ οὐ θὲν ἐγκαλῶ. ἔγραψεν Θεόκριτος τοῦ Δωριμάχου τ ε διὰ τὸ φάσκειν Διονύσιον μὴ εἰδέναι γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.