no image
DDbDP-text
Détournement d’objets et restitution de gages via HGV-meta
Linked by Trismegistos ID
TM 3307.
Each record below describes this same ancient text from a different angle.
βασιλεῖ Πτολεμαίωι χαίρειν Θέων καὶ Τεύτιος Φιλίππου, Μακεδόνες τῆς ἐπιγονῆς, ἐκ Φαρβαίθου. ἀδικούμεθα ὑπὸ Θευδότου καὶ Ἀγάθωνος, οἵ εἰσιν οἰκεῖοι τῆς μητρὸς Φιλίππου τοῦ τετελευτη κότος. ἡμῶν γὰρ ἐπιτρόπων ὄντων Φιλίππης, τῆς θυγατρὸς Φιλίππου, ἐπιζητοῦντές τινα μέρη τῶν καταλειφθέντων ὑπαρχόντων ὑπὸ Φιλίππου, εὑρίσκομεν τοὺς προειρημένους ἐξενη νοχότας, ὧν τὸ καθʼ ἓν ἐνδειξόμεθα ἐπὶ Φιλώτου τοῦ ἐπιστάτου. καὶ ἐνδεεῖς δὲ γενόμενοι εἰς τὴν ταφὴν τὴν Φιλίππου δραχμῶν κε, ἐδώκαμεν τὰ κατάφρακτα καὶ τὸν ὑποδύτην καὶ τὴν ἐφα πτίδα, σὺν τῆι σακκοπήραι ἐν ἧι ἐνῆν, Ἀγάθωνι τῶι προειρημένωι ἐνέχυρα θεῖναι· βουλο μένων δὲ ἡμῶν κομίσασθαι τὰ ἐνέχυρα, ἀποδιδόντες τὸ ἐπʼ αὐτοῖς δεδομένα καὶ τὸν τόκον, οὐκ ἀποδίδωσιν ἡμῖν ἀλλὰ παρέλκει. δεόμεθα οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Φιλώται τῶι ἐπιστάτηι, ἐὰν ἦι ἀληθῆ τὰ διὰ τῆς ἐντεύξεως γεγραμμένα, ἐπαναγκάσαι Φιλώταν τὸν Θεύδοτον καὶ Ἀγάθω να τά τε ἐξενεχθέντα ἀποδοῦναι ἡμῖν, ἃ ἂν ἐνδειξώμεθα, καὶ τὰ ἐνέχυρα κομισάμενον Ἀγάθωνα τό τε κεφάλαιον καὶ τὸν τόκον ἀποδοῦναι ἡμῖν, ἵνα ἐπὶ σὲ καταφυγόντες, βασιλεῦ, τὸν πάντων βοηθὸνβοιηθὸν καὶ εὐεργέτην, τοῦ δικαίου τύχωμεν, ἡ δὲ ὀρφανὴ μὴ ἀδικηθῆι. εὐτύχει. Φιλώται. μάλιστα διάλυσον αὐτούς· εἰ δὲ μή, ἀπόστειλον πρὸς ἡμᾶς ἐκ τῆς ι τοῦ Χοίαχ ὅπως ἐπὶ τοῦ καθήκοντος δικαστηρίου διακριθῶσιν. ἔτους δ, Δαισίου κζ, Ἁθὺρ κη. ἔτους δ, Δαισίου κζ, Ἁθὺρ κη. Θέων καὶ Τεύτιος πρὸς Θεύδοτον καὶ Ἀγάθωνα περὶ ἐνεχύρων.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.