no image
DDbDP-text
SB VI 9152 durch weitere Fragmente ergänzt via HGV-meta
Linked by Trismegistos ID
TM 18386.
Each record below describes this same ancient text from a different angle.
ὑπατείᾳ τοῦ δεσπότου ἡμῶν Φλαουίου Ἀναστασίου τοῦ αἰωνίου αὐγούστου καὶ Φλαουίου Ῥούφου τοῦ ἐνδοξοτάτου, Παῦνι κγ τῆς ιε ἰνδικτίωνος ἐν Ἡρακλέους πόλει. τῷ οἴκῳ Ἀπίωνος τοῦ ἐνδοξοτάτου καὶ ὑπερφυεστάτου διὰ Ἀπολλῶ λογιστοῦ Φλάουιος Ἰακὼβ σιγγουλάριος τῆς ἡγεμονικῆς τάξεως υἱὸς Παννεοῦτος Ἀρσινοίτης χαίρειν. ὁμολογῶ ἐπομνύμενος θεὸν παντοκράτορα καὶ νίκην καὶ εὐσέβειανεὐσέβιαν τῆς καλλινίκου κορυφῆς ἑκουσίως καὶ αὐθαιρέτως ἐγγυᾶσθαι καὶ ἀναδέχεσθαι μονῆς καὶ ἐμφανείαςἐμφανίας Αὐρήλιον ἄπα Σίωνα, υἱὸν Ἰωάννου ζητάριον καὶ κηπουρὸν τοῦ ἀρχοντικοῦ καταγωγίου παραμένοντα ἀπαραβάτως καὶ ἀκαταγνώστως καὶ ἐξυπηρετούμενον ταῖς δημοσίαις χρείαις καὶ ταῖς ἀρχοντικαῖς προστάξεσιν μηδαμῶς ἀπολιμπανό μενονἀπολειμπανόμενον εἰς πάντα τὸν χρόνον τῆς λογιστείαςλογιστίας τοῦ προειρη μένου οἴκου. εἰ δʼ αὐτὸς ἀπολειφθείη καὶ ἐπιζητούμενον μὴ παρενέγκω καὶ παραδώσω ἐν δημοσίῳ τόπῳ ταύτης τῆς πόλεως ἐκτὸς ἁγίων περιβόλων καὶ θείων χαρακτήρων καὶ πάσης οἱασδήποτε ἄλλης προσφυγῆς ἔνθεν καὶ παρείληφα ὑπεύθυνος ἔσομαι ἐγὼ ὁ τούτου ἐγγυητὴς ὁ προγεγραμμένος τὰς ἀποκρίσειςἀποκρίσις ὑπὲρ αὐτοῦ ποιεῖσθαι ὑποκειμένωνὑποκιμένων εἰς τοῦτο πάντων μου τῶν ὑπαρχόντων. ἡ ἐγγύη κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα . Φλάουιος Ἰακὼβ σιγγουλάριος υἱὸς Παννεοῦτος ὁ προ κείμενος ἐγγυῶμαι Αὐρήλιον Ἄπα Σίων Ἰωάνου δητάριον καὶ κηπουρὸν τοῦ ἀρχοντικοῦ κατα γωγίου ὡς πρόκειται . Αὐρήλιος Παπνοῦθις Φοιβάμ μωνος ἰδυογράφος ἀφʼ Ἡρακλέους πόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος . διʼ ἐμοῦ Ἐπιφανίου συμβολαιογράφου ἐγράφη . ἐγγύη Ἰακῶβ Παννεοῦτος σιγγουλαρίου εἰς Ἄπα Σίωνα ζητάριον καὶ κηπουρόν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.