no image
DDbDP-text
παρὰ Θεογένους. καθὼς ἀπογέγραψαι ὑποκεῖται σοι ταῦτα τέλη πληρωτέα εἰς τὸ ἥμισυ ὅπως μὴ πέσωσιν εἰς τὸ ἔγκημα διʼ ἐνεστώσης τῆς λ τοῦ Χοίαχ πρὸ τοῦ τετελέσθαι αὐτὰ τὰ τέλη. ἔτους Χοίαχ κε Θεογένης Πρωτάρχωι καὶ Ἰάσωνι χαίρειν. τῆς ἐπιστολῆς, ἣν ἀντιγεγράφαμεν πρὸς Θῶνιν τὸν ἐν τῶι Ὀξυρυγχίτηι βασιλικὸν γραμματέα, πεπόμφαμεν ὑμῖν τὰ ἀντίγραφατἀντίγραφα. γινέσθω οὖν οὕτως. ἔτους ιδ θ Χοίαχ Θεογένης Θώνει χαίρειν. ἔγραψας ἡμῖν διαπορεῖν τί πρακτέον ἐστιν ὑπὲρ τῶν τετιμημένων μὲν χυν ἐκ προκαταλήψεως, μὴ διορθωμένων δὲ τὰ κα θήκοντα τέλη καὶ τῶν ἀπογεγραμμένων μέν, μὴ ἀπηντηκότων δʼ ἐπὶ τὴν διατί μησιν. ἐπεὶ οὖν ἐξ ὧν καὶ σὺ πρότερον ἐπέσταλκαςἐπέσταλκης καὶ παρʼ ἑτέρων προσπέπτωκεν ἡμῖν, ἐνίοις συμβέβηκεν ἐμπεπτωκέναι εἰς ταῦ τα διὰ τὸ τοὺς πλείστους γίνεσθαι πρὸς τῶι σπόρωι, πρὸς μὲν τὴν τίμησιν καὶ τὴν κατα βολήν, κρίνομεν ἔτι προνοῆναι ὅλας ἡμέρας λ, ὥστε συντετελέσθαι πᾶσαν τὴν κατὰ τὸ πρόσ ταγμα οἰκονομίαν. vestigesSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.