no image
DDbDP-text
Greek petition from Apollonia and her sisters via HGV-meta
Linked by Trismegistos ID
TM 253.
Each record below describes this same ancient text from a different angle.
Βοήθωι συγγενεῖ καὶ ἐπιστρατήγωι παρʼ Ἀπολλωνίας τῆς καὶ Σεμμώνθιος καὶ Ἀμμωνίας τῆς καὶ Σεμμίνιος καὶ Ἡρακλείας ἣ Σεναπᾶθις καὶ Ἡραίδος ἣ Τάσρις τῶν Πτολεμαίου Κυρηναίων καταγινομένων ἐν Παθύρει. ἀδικούμεθʼ ὑπὸ Καλλιμήδου τοῦ Ἀπολλωνίου ὃς Πατοῦς Ψεμμώνθου τῶν πεζῶν καὶ Καλίβιος γυναικὸς αὐτοῦ καὶ τῶν τούτων υἱῶν Ὀρσέους καὶ Πανοβχούνιος. τοῦ προγεγραμμένου πατρὸς ἡμῶν Πτολεμαίου τοῦ Ἑρμοκράτου ὃς ἦν τῶν Διοδότου πεζῶν μεταλλάξαντος τὸν βίον καὶ ἀπολιπόντος ἡμῖν τὰ ὑπάρχοντʼ αὐτῶι ἀδιάθετα ὁ ἐνκεκλημένος ὑπερισχύων καταφρονήσας τῶι νεωτέρας ἀπολελεῖφθαι, ὡς δὲ κατὰ τὸ συνγενικὸν ἐπελ θὼν σὺν τοῖς ἐνκαλουμένοις καὶ ἄλλοις οὔτε κατʼ ἀνχιστείαν ἀπογραψάμενοι οὔτε κατὰ διαθήκην ἀπολε λειμμένοι ἐπίτροποι κατὰ τὸ σιωπώμενον ἐμβατεύσαντες εἰς τὴν ὑπάρχουσαν ἡμῖν οἰκίαν ἐν τῆι Παθύρει ἐνώικησαν βίαι οἳ ἐπανοίξαντες τὸν οἶκον καὶ τὰ ἀπολειφθένθʼ ἡμῖν ὑπὸ τοῦ πατρὸς ἡμῶν ἔπιπλα τάς τε προκτήσεις τῶν ἐγγαιδίωνἐνγαιδίων ἐξιδιασάμενοι ἀπηνέγκαντο καὶ ἀπʼ ἐκείνου διὰ παρευρέσεως ἀεί ποτε ἀντιποιούμενοι τῶν ἡμετέρων παρʼ ἕκαστον καταβλάπτοντες διασείουσιν. ἐνήλικοι δὲ γενόμεναι κατὰ τὸ ἀναγκαῖον κληρονομήσασαι ταξάμεναι τὰ καθήκοντα τέλη θεᾶι Βερενίκηι κυρι εύομεν. ὅθεν οὐκ ἀποδιδόντων τὰ ἡμέτερα ἐπεδώκαμεν ἐν τῶι λ ἔτει προσανγελίαν Ἡρακλείδει γενομένωι ἀρχιφυλακίτηι τοῦ Παθυρίτου ἐφʼ οὗ ἀνομολογησάμενοι μόλις ἀπέδωκάν τινα. Συναλλά γματαΣυναλλάγμαθα δὲ καὶ συμβόλαια ἰδιόχρεα καὶ ἕτερα γράμματα λυμανάμενοιλοιμανάμενοι ἔβλαψαν τὰ διʼ αὐτῶν διάφορα τά τʼ ἔπιπλα ταξάμενοι ἀποδοῦναι οὐκ ἐποίησαν, οἰόμενοι ὅρκωι ἀποκλύσαντες ἡμᾶς στερέσειν, προφανῶς ἔνοχοι ὄντες φωρᾶι λείας ἐφημμένοι ἀλλοτρίων καὶ ταῦτʼ ὀρφανικῶν. ὑπὲρ ὧν πλεονάκιςπλειονακι ἐντετευχυιῶν ὑπερέχων ἡμᾶς ἀπράκτους καθίστησι. καὶ ἐν τῶι δὲ λβ ἔτει καταπερι σταντες σὺν Ὁνῆι τῶι ὑπεπιστατήσαντι τῆι βίαι ἀπηνέγκαντο πυροῦ ἀρτάβας ιγ καὶ ἐξ οἴκου Ὁνῆς κριθῆς ἀρτάβας γ, ἀντιποιοῦνται δὲ καὶ τῆς προγεγραμμένης οἰκίας. διὸ καὶ ἐπὶ Σαντοβίθυος τοῦ στρατηγοῦ συνσχεθεὶς ἠξίωσεν ὡς μετὰ τὴν δίεσινδιες παντὶ δίκαιον ου. Ὡσαύτως ἐπὶ Πτολεμαίου τοῦ ἐπὶ τοῦ Παθυρίτου μων κληρονομίαν καὶ συνγραφὴν πατρικῆς ὑπογράφει ἐν τοῖς μάρτυσι ὁ Πατοῦς συνορῶν τὴν ὑπογραφήν. οὕτως ἑκουσίως ὁ Καλλιμήδης α διὰ μονογράφου Θορταίου ἔφεσιν λαβόν τοῦ λδ ἔτους ἔτους λδ Παχὼν κη Ἀπολλωνίας καὶ Σαντοβιθυι ἈμμωνίαςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.