no image
DDbDP-text
Prêt de blé via HGV-meta
Linked by Trismegistos ID
TM 3114.
Each record below describes this same ancient text from a different angle.
Διονύσιος Κεφαλᾶτος Ἀπολλωνίωι χαίρειν· ὁμολογῶὁμολογῶι ἔχειν παρὰ σοῦ πυροῦ ἀρτάβας τριάκοντα τρεῖς τρίτον ἃς ἀποδώσω σοι ἐν μηνὶ Παῧνι τοῦ ἐνεστῶτος ἔτους ἄνευ δίκης καὶ κρίσεως καὶ πάσης κακοτεχνίας, πυρὸν νέον καθαρὸν ἄδολον μέτρωι τῶι ἐμῶι ὧι καὶ παρείληφα καὶ καταστήσω οὗ ἂν συντάσσηι ἐν τῆι Ἀκώριος τοῖς ἰδίοις ἀνηλώμασι· ἐὰν δὲ μὴ ἀποδῶ καθʼ ὅτι πρόκειται, ἀποτείσω σοι τιμὴν ἑκάστης ἀρτάβης χαλκοῦ δραχμὰς δισχιλίας καὶ τοῦ ἡμίσους τὸ κατὰ λόγον, τῆς πράξεως οὔσης σοί τε καὶ τοῖς παρὰ σοῦ ἐξ ἐμοῦ τε καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθʼ ἅ περ ἐκ δίκης· ἡ χεὶρ ἥδε κυρία ἔστω παντὶ τῶι ἐπιφέροντι καὶ πανταχῆι ἐπιφερομένη.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.