no image
DDbDP-text
Contract of loan via APIS-papyrus
Linked by Trismegistos ID
TM 2302.
Each record below describes this same ancient text from a different angle.
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Σωτῆρος ἔτους ἕκτου καὶ τριακοστοῦ ἐφʼ ἱερέως Ἐπαινέτου τοῦ Ἐπαινέτου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἐχειτίμης τῆς Μεν νέου μηνὸς ηι Αἰγυπτίων δὲ Φαρμοῦθι ἐνάτηι ὁμολογεῖ Δημοκλὴς Λύσωνος Ἡράκλειος τῶν ἐν τῶι Ἀρσινοίτηι νομῶι ἑκατοντάρουρος ἐκ κώ μης ἔχειν παρὰ Ζήνωνος τοῦ Ἀγρειοφῶντος Καυνίου τῶν περὶ Ἀπολλώνιον τὸν διοικητὴν ἀργυρίου δραχμὰς εἴκοσι ἀργυρίου τούτου εἰς ὅτον ἐν Φαρβαί θοις τοῦ αὐτοῦ νομοῦ ἀποδώσει πυροῦ ἀρτάβας τεσσαράκοντα μέτρωι δοχικῶι ἐν μηνὶ Παῦνι τοῦ ἐν τῶι ἑβδόμωι καὶ τριακοστῶι ἔτει. ἐὰν δὲ μὴ ἀποδῷ ἐν τῶι γεγραμμένωι χρόνωι ἀπο τισάτω τῶι Ζήνωνι τὴν τιμὴν ἑκάστης ἀρτάβης δραχμὰς δύο καὶ ἡ πρᾶξις ἔστω Ζήνωνι καὶ τῶι τὸ σύμβολον ἐπιφέ ροντι ὑπὲρ Ζήνωνος. μάρτυρες. βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Σωτῆρος ἔτους ἕκτου καὶ τριακοστοῦ ἐφʼ ἱερέως Ἐπαινέτου τοῦ Ἐπ αινέτου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἐχειτίμης τῆς ΜεννέουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.